[ ]
Italia — Ostia — 3rd c. AD — MemPontAcc 14 (1982) 73-74, 22-23 — cf. SEG 42.917; 52.963-965
1 | μή με φίλοι πενθεῖτε μάτην· χαί- |
ρειν γὰρ ἄμεινον· ❦ / γηράσας λιπαρῶς | |
ἔλαβον καμάτων ἀνάπαυλαν ❦ / | |
οὐδ’ ἔθανον, δέρκω τὸ φάος, ζωοῖ- | |
5 | σι πάρειμι· ❦ / υἱὸν θ’ υἱωνοὺς γὰρ ἔ- |
χω γενεῆς ἀροτῆρας, ❦ / οἵ με δι’ αἰ- | |
ῶνος ταναοῦ σπείρουσι γοναῖσι· / | |
εἰ δὲ καὶ ἐν νεκύεσσι πάλιν νόος | |
ἢ βίος ἐστὶν ❦ / ἐνθάδ’ ἔχω γλυκερὴν | |
10 | ἄλοχον καὶ φαίδιμα τέκνα· ❦ / πέν- |
θος δ’ αὖ τὸ πάροιθι κατέσβεσε μοῖ- | |
ρα κραταιή· ❦ / τοὔνομά μου γνῶναί γε | |
θέλεις; λίθος ἄλκιμος αὐδᾷ· ❦ / Ὦλος καὶ Τρόφιμος | |
κεῖμαι Φάβις ἐνθάδε σεμνός. | |
15 | D(is) M(anibus) |
A(uli) ∙ Fabi ∙ Trophimi ∙ patris | |
insignis ∙ pietatis, | |
A(ulus) ∙ Fabius ∙ Primigenianus, | |
filius. |