[ ] Italia — Artena (Montefortino): Maiorana — 2nd/3rd c. AD — Scritti storico-epigrafici ... M. Zambelli (1978) 251-256
1 [— — — — — — — — — — — — — — —]νος ἄμφω
[ἠέλιον — — — — — — πλά]νητα σελήνην
[οὐρανῷ ἐ]νκατένασσε καὶ ἀστέρας αἰγλήεντας·
[καὶ κύκλο]ν ὡράων ἀπὸ χίματος ἐς φίλον εἴαρ
5 [θῆκε, καὶ] ἐξ ἔαρος θέρεος δ’ ἐπὶ τέκμαρ ὀπώρης·
[αἰθέρ]α κοσμήσας χρυσίζοον, ἐξετέλεσσεν
[καὶ νέ]φεα σκιόεντα καὶ ὠκυπετῆνας ἀήτας
[καὶ βότανα] χλοάοντα καὶ οὔρεα δενδρήεντα
[καὶ πέδι’ ἀ]νθεμόεντα καὶ ἰχθυόεντας ἀναύρους·
10 [φῦλον δ’ ἐβλάστ]ησε θεοῖς ἄγχιστα ἐοικὸς
[ἀνθρώπων, κραδί]ην τε καὶ ἤπιον ἔνδοθι θυμόν,
[θηρῶν εἴδεα πάντα] καὶ οἰωνῶν πτεροέντω[ν].
Search Help
Contact Us