[ ] Italia — Hipponion-Vibo Valentia — ca. 400 BC — SEG 26.1139 (translit.) — MusCrit 13/14 (1978-1979) 337-359 (C. Gallavotti)
See also:
1 μναμοσύνας τόδε εἴριον, ἐπεὶ ἂμ μέλληισι θανεῖσθ’ ἄν.
εἰς Ἀίδαο δόμους εὐήρεας ἔστ’ ἐπιδ<έ>ξια κρ<ά>να,
πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρι<σ>σος·
ἔνθα κατερχόμεναι ψυχαὶ νεκύων ψύχονται·
5 ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις.
πρόσθεν δὲ εὑρήσεις τᾶς μναμοσύνας ἀπὸ λίμνας
ψυχρὸν ὔδωρ προρέον, φύλακες δὲ ἐπύπερθεν ἔασι.
οἰ δέ σε εἰρήσονται ἐν<ὶ> φρασὶ πευκαλίμαισι,
ὄ<τ>τι δὴ ἐξερέεις Ἄϊδος σκότος οὐλοέεντος.
10 εἶπον· <γῆς> ὐὸς βαρέας καὶ οὐρανοῦ ἀστερόεντος,
δίψαι δ’ εἴμ’ αὖος καὶ ἀπόλλυμαι· ἀ<λ>λὰ δότω [μοι]
ψυχρὸν ὔδωρ π[ροσ]τῆναι τῆς μνημοσύνης ἀπὸ λίμ[νης].
καὶ δή τοι ἐλεοῦσιν ὑπὸ χθονίωι βασιλῆϊ,
καὶ {δή τοι} δώσουσι πιεῖν τᾶς μναμοσύνας ἀπὸ λίμνα[ς].
15 καὶ δὴ καὶ σὺ πιὼν ὁδὸν ἔρχεα<ι>, ἅν τε καὶ ἄλλοι
μύσται καὶ βάχχοι ἱερὰν στείχουσι κλεινοί.
Search Help
Contact Us