[ ]
Italia — Hipponion-Vibo Valentia — ca. 400 BC — SEG 26.1139 (translit.) — MusCrit 13/14 (1978-1979) 337-359 (C. Gallavotti)
See also:
1 | μναμοσύνας τόδε εἴριον, ἐπεὶ ἂμ μέλληισι θανεῖσθ’ ἄν. |
εἰς Ἀίδαο δόμους εὐήρεας ἔστ’ ἐπιδ<έ>ξια κρ<ά>να, | |
πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρι<σ>σος· | |
ἔνθα κατερχόμεναι ψυχαὶ νεκύων ψύχονται· | |
5 | ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις. |
πρόσθεν δὲ εὑρήσεις τᾶς μναμοσύνας ἀπὸ λίμνας | |
ψυχρὸν ὔδωρ προρέον, φύλακες δὲ ἐπύπερθεν ἔασι. | |
οἰ δέ σε εἰρήσονται ἐν<ὶ> φρασὶ πευκαλίμαισι, | |
ὄ<τ>τι δὴ ἐξερέεις Ἄϊδος σκότος οὐλοέεντος. | |
10 | εἶπον· <γῆς> ὐὸς βαρέας καὶ οὐρανοῦ ἀστερόεντος, |
δίψαι δ’ εἴμ’ αὖος καὶ ἀπόλλυμαι· ἀ<λ>λὰ δότω [μοι] | |
ψυχρὸν ὔδωρ π[ροσ]τῆναι τῆς μνημοσύνης ἀπὸ λίμ[νης]. | |
καὶ δή τοι ἐλεοῦσιν ὑπὸ χθονίωι βασιλῆϊ, | |
καὶ {δή τοι} δώσουσι πιεῖν τᾶς μναμοσύνας ἀπὸ λίμνα[ς]. | |
15 | καὶ δὴ καὶ σὺ πιὼν ὁδὸν ἔρχεα<ι>, ἅν τε καὶ ἄλλοι |
μύσται καὶ βάχχοι ἱερὰν στείχουσι κλεινοί. |