[ ]
Italia — Hipponion-Vibo Valentia — ca. 400 BC — SEG 26.1139 (translit.) — MusCrit 13/14 (1978-1979) 337-359 (C. Gallavotti)
See also:
| 1 | μναμοσύνας τόδε εἴριον, ἐπεὶ ἂμ μέλληισι θανεῖσθ’ ἄν. |
| εἰς Ἀίδαο δόμους εὐήρεας ἔστ’ ἐπιδ<έ>ξια κρ<ά>να, | |
| πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρι<σ>σος· | |
| ἔνθα κατερχόμεναι ψυχαὶ νεκύων ψύχονται· | |
| 5 | ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις. |
| πρόσθεν δὲ εὑρήσεις τᾶς μναμοσύνας ἀπὸ λίμνας | |
| ψυχρὸν ὔδωρ προρέον, φύλακες δὲ ἐπύπερθεν ἔασι. | |
| οἰ δέ σε εἰρήσονται ἐν<ὶ> φρασὶ πευκαλίμαισι, | |
| ὄ<τ>τι δὴ ἐξερέεις Ἄϊδος σκότος οὐλοέεντος. | |
| 10 | εἶπον· <γῆς> ὐὸς βαρέας καὶ οὐρανοῦ ἀστερόεντος, |
| δίψαι δ’ εἴμ’ αὖος καὶ ἀπόλλυμαι· ἀ<λ>λὰ δότω [μοι] | |
| ψυχρὸν ὔδωρ π[ροσ]τῆναι τῆς μνημοσύνης ἀπὸ λίμ[νης]. | |
| καὶ δή τοι ἐλεοῦσιν ὑπὸ χθονίωι βασιλῆϊ, | |
| καὶ {δή τοι} δώσουσι πιεῖν τᾶς μναμοσύνας ἀπὸ λίμνα[ς]. | |
| 15 | καὶ δὴ καὶ σὺ πιὼν ὁδὸν ἔρχεα<ι>, ἅν τε καὶ ἄλλοι |
| μύσται καὶ βάχχοι ἱερὰν στείχουσι κλεινοί. |