[ ]
Gallia Lugdunensis — Lugdunum (Lyon) — late 2nd/3rd c. AD — JSav (1975) 47-75 — AJPh 99 (1978) 336-353
col. I.1 | εἰ γνῶναι ποθέεις ὅστις βροτὸς ἐνθάδε κεῖται, |
οὐδὲν σειγήσει τάδε γράμματα, πάντα δὲ λέξει· | |
Εὐτέκνιος ἐπικλήν, Ἰουλιανὸς τοὔνομα τῷδε, | |
Λαοδίκια πατρίς, Συρίης περίβλεπτον ἄγαλμα· | |
5 | ἔντιμος πατρόθεν, μήτηρ δ’ ἔχε δόξαν ὁμοίην, |
χρηστὸς καὶ δίκαιος, πᾶσιν πεφιλημένος ἀνήρ, | |
οὗ Κελτοῖς λαλέοντος ἀπὸ γλώσσης ῥέε πειθώ· | |
ποικίλα μὲν περιῆλθεν ἔθνη, πολλοὺς δὲ δήμους | |
ἔγνω καὶ ψυχῆς ἀρετὴν ἤσκησεν ἐ<ν> αὐτοῖς· | |
10 | κύμασιν καὶ πελάγει συνεχῶς ἐπέδωκεν ἑαυτόν, |
δῶρα τὰ πάντα φέρων εἰς Κελτοὺς καὶ Δύσεως γῆν | |
[ὅ]σ̣σ̣α̣ θεὸς προσέταξε φέρειν χθόνα πάνφορον Ἠοῦς· | |
[τοὔνε]κα τὸν φιλέ[ε]σ̣κε̣ βροτὸν τριπλὰ φῦλα τὰ Κελτῶν. | |
col. II.14 | ἤλασεν εἰς ΒΑΘ[— —] |
15 | ἀντὶ τρόπων Α․[— —] |
τῷ πάντων ΚΡ[— — —] | |
ἐν δόξῃ ΚΑΤΕ[— — —] | |
ὑεῖ ΠΑΝΜΑΚ[— — —] | |
καὶ πᾶσιν ΤΟ[— — —] | |
20 | τοὔνεκα ΤΟ[— — — —] |
υἱὸς Η․ΕΚ[— — — —] | |
ΑΙΤΗΤΟϹΙ[— — — —] | |
ψυχῆς ΤΕ․[— — — —] | |
δοίη ΤΕΘ․[— — — —] | |
25 | [— — — — — — — —] |
[— — — — — — — —] |