[ ] Gallia Lugdunensis — Lugdunum (Lyon) — late 2nd/3rd c. AD — JSav (1975) 47-75 — AJPh 99 (1978) 336-353
col. I.1 εἰ γνῶναι ποθέεις ὅστις βροτὸς ἐνθάδε κεῖται,
οὐδὲν σειγήσει τάδε γράμματα, πάντα δὲ λέξει·
Εὐτέκνιος ἐπικλήν, Ἰουλιανὸς τοὔνομα τῷδε,
Λαοδίκια πατρίς, Συρίης περίβλεπτον ἄγαλμα·
5 ἔντιμος πατρόθεν, μήτηρ δ’ ἔχε δόξαν ὁμοίην,
χρηστὸς καὶ δίκαιος, πᾶσιν πεφιλημένος ἀνήρ,
OU(= *KELTOI=S LALE/ONTOS A)PO\ GLW/SSHS R(E/E PEIQW/:
ποικίλα μὲν περιῆλθεν ἔθνη, πολλοὺς δὲ δήμους
ἔγνω καὶ ψυχῆς ἀρετὴν ἤσκησεν ἐ<ν> αὐτοῖς·
10 κύμασιν καὶ πελάγει συνεχῶς ἐπέδωκεν ἑαυτόν,
δῶρα τὰ πάντα φέρων εἰς Κελτοὺς καὶ Δύσεως γῆν
[ὅ]σ̣σ̣α̣ θεὸς προσέταξε φέρειν χθόνα πάνφορον Ἠοῦς·
[τοὔνε]κα τὸν φιλέ[ε]σ̣κε̣ βροτὸν τριπλὰ φῦλα τὰ Κελτῶν.
col. II.14 ἤλασεν εἰς ΒΑΘ[— —]
15 ἀντὶ τρόπων Α․[— —]
τῷ πάντων ΚΡ[— — —]
ἐν δόξῃ ΚΑΤΕ[— — —]
ὑεῖ ΠΑΝΜΑΚ[— — —]
καὶ πᾶσιν ΤΟ[— — —]
20 τοὔνεκα ΤΟ[— — — —]
υἱὸς Η․ΕΚ[— — — —]
ΑΙΤΗΤΟϹΙ[— — — —]
ψυχῆς ΤΕ․[— — — —]
δοίη ΤΕΘ․[— — — —]
25 [— — — — — — — —]
[— — — — — — — —]
Search Help
Contact Us