[ ]
Italia — Hipponion-Vibo Valentia — ca. 400 BC — PdP 29 (1974) 108-126 — Epigraphica 37 (1975) 19-24
reading.1 | Μναμοσύνας τόδε ἐˉρίον. ἐπεὶ ἂμ μέλλεˉισι θανε͂σθαι, |
εἰς Ἀΐδαο δόμος εὐέˉρεας ἔστ’ ἐπὶ δ<ε>ξιὰ κρέˉνα, vac. ΤΝ | |
πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρισος· vac. Α̣Ο | |
ἔνθα κατερχόμεναι ψυχ{κ}αὶ {²⁶ψυχαὶ}²⁶ νεκύοˉν ψύχονται. | |
5 | ταύτας τᾶς κράνας μεˉδὲ σχεδὸν ἐνγύθεν ἔλθεˉις· |
πρόσθεν δὲ ℎευρέˉσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας | |
ψυχρὸν ὕδοˉρ προρέον· φύλακες δὲ ἐπύπερθεν ἔασι, | |
[ℎ]οὶ δέ σε εἰρέˉσονται ἐν φρασὶ πευκαλίμαισι | |
[ℎ]ότι δὲˉ ἐξερέεις Ἄϊδος σκότος ὀλοέεντος. | |
10 | εἶπον· ὑὸς Βαρέας καὶ Ὀρανο͂ ἀστερόεντος, |
δίψαι δ’ ἐμὶ αὖος καὶ ἀπόλλυμαι· ἀλὰ δότ’ ὄˉ[κα] | |
ψυχρὸν ὕδοˉρ π[ρο]ρέον τεˉς Μνεˉμοσύνεˉς ἀπὸ λίμ[νεˉς]· | |
καὶ δέˉ τοι ἐλεο͂σιν <ℎ>υπὸ χθονίοˉι βασιλεˉϊ· | |
καὶ δέˉ τοι δόˉσοˉσι πιε͂ν τᾶς Μναμοσύνας ἀπ[ὸ] λίμνας· | |
15 | καὶ δὲˉ καὶ συχνοˉν ℎοδὸν ἔρχεα<ι>, ℎάν τε καὶ ἄλλοι |
μύσται καὶ βάχχοι ℎιερὰν στείχοσι κλεινοί. | |
Μναμοσύνας τόδε ἠρίον. ἐπεὶ ἂμ μέλληισι θανεῖσθαι, | |
εἰς Ἀΐδαο δόμους εὐήρεας ἔστ’ ἐπὶ δ<ε>ξιὰ κρήνα, | |
πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρι<σ>σος· | |
ἔνθα κατερχόμεναι ψυχ{κ}αὶ {²⁶ψυχαὶ}²⁶ νεκύων ψύχονται. | |
ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις· | |
πρόσθεν δὲ ℎευρήσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας | |
ψυχρὸν ὕδωρ προρέον· φύλακες δὲ ἐπύπερθεν ἔασι, | |
[ℎ]οὶ δέ σε εἰρήσονται ἐν φρασὶ πευκαλίμαισι | |
[ℎ]ότι δὴ ἐξερέεις Ἄϊδος σκότους ὀλοέεντος. | |
εἶπον· ὑὸς Βαρέας καὶ Οὐρανοῦ ἀστερόεντος, | |
δίψαι δ’ εἰμὶ αὖος καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ ὦ[κα] | |
ψυχρὸν ὕδωρ π[ρο]ρέον τῆς Μνημοσύνης ἀπὸ λίμ[νης]· | |
καὶ δή τοι ἐλεοῦσιν <ℎ>υπὸ χθονίωι βασιλῆϊ· | |
καὶ δή τοι δώσουσι πιεῖν τᾶς Μναμοσύνας ἀπ[ὸ] λίμνας· | |
καὶ δὴ καὶ συχνῶν ℎοδὸν ἔρχεα<ι>, ℎάν τε καὶ ἄλλοι | |
μύσται καὶ βάχχοι ℎιερὰν στείχουσι κλεινοί. |