reading.1 Μναμοσύνας τόδε ἐˉρίον. ἐπεὶ ἂμ μέλλεˉισι θανε͂σθαι,
εἰς Ἀΐδαο δόμος εὐέˉρεας ἔστ’ ἐπὶ δ<ε>ξιὰ κρέˉνα, vac. ΤΝ
πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρισος· vac. Α̣Ο
ἔνθα κατερχόμεναι ψυχ{κ}αὶ {²⁶ψυχαὶ}²⁶ νεκύοˉν ψύχονται.
5 ταύτας τᾶς κράνας μεˉδὲ σχεδὸν ἐνγύθεν ἔλθεˉις·
πρόσθεν δὲ ℎευρέˉσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας
ψυχρὸν ὕδοˉρ προρέον· φύλακες δὲ ἐπύπερθεν ἔασι,
[ℎ]οὶ δέ σε εἰρέˉσονται ἐν φρασὶ πευκαλίμαισι
[ℎ]ότι δὲˉ ἐξερέεις Ἄϊδος σκότος ὀλοέεντος.
10 εἶπον· ὑὸς Βαρέας καὶ Ὀρανο͂ ἀστερόεντος,
δίψαι δ’ ἐμὶ αὖος καὶ ἀπόλλυμαι· ἀλὰ δότ’ ὄˉ[κα]
ψυχρὸν ὕδοˉρ π[ρο]ρέον τεˉς Μνεˉμοσύνεˉς ἀπὸ λίμ[νεˉς]·
καὶ δέˉ τοι ἐλεο͂σιν <ℎ>υπὸ χθονίοˉι βασιλεˉϊ·
καὶ δέˉ τοι δόˉσοˉσι πιε͂ν τᾶς Μναμοσύνας ἀπ[ὸ] λίμνας·
15 καὶ δὲˉ καὶ συχνοˉν ℎοδὸν ἔρχεα<ι>, ℎάν τε καὶ ἄλλοι
μύσται καὶ βάχχοι ℎιερὰν στείχοσι κλεινοί.
Μναμοσύνας τόδε ἠρίον. ἐπεὶ ἂμ μέλληισι θανεῖσθαι,
εἰς Ἀΐδαο δόμους εὐήρεας ἔστ’ ἐπὶ δ<ε>ξιὰ κρήνα,
πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρι<σ>σος·
ἔνθα κατερχόμεναι ψυχ{κ}αὶ {²⁶ψυχαὶ}²⁶ νεκύων ψύχονται.
ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις·
πρόσθεν δὲ ℎευρήσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας
ψυχρὸν ὕδωρ προρέον· φύλακες δὲ ἐπύπερθεν ἔασι,
[ℎ]οὶ δέ σε εἰρήσονται ἐν φρασὶ πευκαλίμαισι
[ℎ]ότι δὴ ἐξερέεις Ἄϊδος σκότους ὀλοέεντος.
εἶπον· ὑὸς Βαρέας καὶ Οὐρανοῦ ἀστερόεντος,
δίψαι δ’ εἰμὶ αὖος καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ ὦ[κα]
ψυχρὸν ὕδωρ π[ρο]ρέον τῆς Μνημοσύνης ἀπὸ λίμ[νης]·
καὶ δή τοι ἐλεοῦσιν <ℎ>υπὸ χθονίωι βασιλῆϊ·
καὶ δή τοι δώσουσι πιεῖν τᾶς Μναμοσύνας ἀπ[ὸ] λίμνας·
καὶ δὴ καὶ συχνῶν ℎοδὸν ἔρχεα<ι>, ℎάν τε καὶ ἄλλοι
μύσται καὶ βάχχοι ℎιερὰν στείχουσι κλεινοί.
Search Help