IG I³ 32
[ ] Att. — stoich. 32 — c. 449-447 a.
See also:
1 [․․]αι̣[․․․․․․․․․․․․․28․․․․․․․․․․․․․]
[ℎι]ε̣ροπ̣οιὸς καὶ τ[․․․․․․․․18․․․․․․․․]
[κ]αὶ ἀναλισκοντ[․․․․․․․․19․․․․․․․․․]
[․․] το͂ αὐτο͂· προσαγό[ν]το[ν δὲ ℎ]ο̣ι̣ πρυτάνες
5 πρὸς τὲν βολὲν τὸς θε[ο]σ[εσ]ίνος ℎόταν δέ-
οντα̣ι̣ ⋮ Θεσπιεὺς [εἶπε· τὰ μὲν] ἄλλα καθάπε-
ρ τε͂[ι β]ο[λ]ε͂ι, ἄ[νδρας δὲ ℎελέσ]θ̣[αι Ἀ]θεναίο-
ν πέ[ν]τε, τούτ[ος δὲ φέρεν τέττ]αρας ὀβολὸ-
[ς] ℎέκασ[τ]ον π[α]ρὰ το͂ν κολ[ακρ]ετο͂ν, ℎέ̣να δ[ὲ]
10 [τ]ούτον [γρ]αμμα̣τε[ύ]ε[ν κατὰ] φσε͂[φ]ον̣· τούτο-
[ς] δὲ ἐπισ[τε͂]ναι [τ]οῖς χρέμασι τοῖς τοῖν θ-
[ε]οῖν καθάπερ ℎοι ἐπὶ τοῖς ἐμ πό[λ]ει ἔργ[ο]-
[ι]ς ἐπε̣στ[ά]το[ν] το͂ι νεο͂ι καὶ το͂ι ἀ[γ]άλματι·
[ἐχ]σομοσίαν δὲ μὲ ἐ͂ν[α]ι· [τὸς δὲ] ℎειρεμένο-
15 [ς] προσιόντας πρὸς τὲν βολέν, ἐάν τι ὀφελ-
[μ]ενον ἐ͂[ι] τοῖν θεοῖν, φρά[ζ]εν καὶ ἀ[ν]απρά-
[τ]τεν· ἄρχεν δὲ ἐπ’ ἐνιαυτὸ[ν] ὀμόσαντας με-
ταχσὺ τοῖν βομοῖν Ἐλευσῖνι καὶ τὸ λοιπ-
ὸν κατὰ ταὐτὰ ℎαιρε͂σθαι κ[α]τ’ ἐνιαυτὸν τ-
20 ὸς ἄνδ[ρ]ας· ἐπιμελε͂σθαι δὲ καὶ το͂ν ἐπετε-
ίον ℎὰ λαμβάνεται τ̣οῖ[ν θ]εοῖν καὶ ἐάν τι
[ἀ]πολολὸς πυνθάνονται [ἀ]νασόι[ζε]ν· τὸς δ-
ὲ λογιστὰς λογίζεσθαι Ἐλευσῖνι μὲν τὰ
Ἐλευσῖνι ἀνελομένα, ἐν ἄστει δὲ τὰ ἐν ἄσ-
25 τει ἀνελομένα ἀνακαλο͂ντας τὸν ἀρχιτέ-
κτονα Κόροιβον καὶ Λυσανίαν ἐν το͂ι Ἐλε-
υσινίοι, Φαλερο͂ι δὲ ἐν το͂ι ℎιερο͂ι ℎὰ Φαλ-
ερόνδε ἀνέλοται· ἀναλίσκεν δὲ ὅ τι ἂν [μά]-
λιστα δέει μετὰ το͂ν ℎιερέον καὶ τε͂ς β[ολ]-
30 ε͂ς βολευομένος τὸ λοιπόν· ἀνα[κ]αλε͂ν δ[ὲ ἀ]-
πὸ τε͂ς ἀ[ρ]χε͂ς ἀρχ[σ]αμένος ℎὲ Κτε[σ][αι παρ]-
[δ]οκε[ν] τὰ χρέματα· γράφσαι δὲ τὸ [φσέφισ]-
μα ἐν στέλει Ἐλευσῖνι κα[ὶ ἐν ἄστει καὶ Φ]-
αλ̣[ε]ρ̣ο͂ι ἐν το͂ι Ἐλευσιν[ίοι. Λυσανίας εἶπ]-
35 ε· τὰ μὲν ἄλλα καθά[περ Θεσπιεύς· τὲν δὲ ἀρ]-
[ίθμ]εσιν ποιε͂σθα[ι το͂ν χρεμάτον ℎο͂ν το͂ι]
[τα]μίαι παρέδοκ̣[εν ℎε βολὲ τὸς ἐπιστάτα]-
[ς καὶ] τὸν ἀ̣ρχ[ι]τ̣[έκτονα ․․․․․․14․․․․․․]
Search Help
Contact Us