[ ] Italia — Roma — ca. mid 4th c. AD — RAC 33 (1957) 72-75
1 οὔνομά μοι Βάσσος, πάτρη δὲ πόλις Βαβυλῶνος,
Χριστοῦ δ’ αὖ προπόλων εἰμί ται κὲ γενόμαν·
σῶμα καμὸν δὲ λιπὼν γαίῃ βίοτον δὲ βροτ<ε>ί[οις]
ἦλθον ἐς οὐρανίην ἀτραπὸν καὶ δώματα Χριστο[ῦ].
5                     ☧
λίψανα {²⁶λείψανα}²⁶ μὲν Βάσσοιο κατὰ χθονός, ἡ δὲ πρὸς αἴθρ<α>ν
ψυχὴ πωτηθεῖσα μόλεν αἰς αἰθέρα Χριστοῦ.
Search Help
Contact Us