[ ]
Italia — Ostia — 2nd c. AD — NSc (1912) 327, d + 459 — RPAA 23/24 (1947-1949) 212, II — KretChr 7 (1953) 103-106
1 | [τέκμαρ ἐμοῦ βιότοιο παρί]σφατον οἶδε σύνευνος ∙ | Κρήσκης καὶ σεμνῶν οἶδε φίλων βλέφαρον | |
[δευόμενον· λύπην δὲ λάβ’ εἴ]σην τῷδ’ ὁ βραβεύων | εἰσόροπον παρέχων ἀνδρὶ φιλοφροσύνην. | | |
[νῦν δὲ νέαν με γυναῖκ’ ὀλοαὶ] Μοῖραι κατέχουσιν | εὐκέλα[δο]ν κιθάρης γῆρυν ἀμειψαμένην | | |
[ἤτοι πρὸς πάντων ἐνέρ]ων ἕδος ἢ πρὸς Ὄλυμπον ∙ | ἥ με Φιλητ[ιάνη]ν θρέψατο μουσοπόλον. |