1 | [ἐπὶ ἄρχοντος] Φλ Διογένους Μαραθωνίου, ἐπὶ τῆς Πανδιονί- |
[δος — — — πρυ]τανείας, ἧς ἐγραμμάτευεν Ῥόδων Καλλίστου Μαρα- | |
[θώνιος], ἱερε[ὺ]ς Θεόφιλος ἐπεστάτει, τῶν προέδρων ἐπεψή- | |
[φιζεν] Ἰουλιανὸς Κασίου καὶ οἱ συμπρόεδροι, κ̣γ τῆς πρυτα- | |
5 | [νείας], μηνὸς Ποσειδεῶνος τῆς λ̣ʹ, βουλὴ συνήχθη ἐπὶ τοῖς |
[εὐαγγ]ελίοις, ἀναδειχθέντος [Αὐτοκράτορος Καίσαρος Ποπλίου] | |
[Σεπτιμίου Γέτα Εὐσεβοῦς Σεβαστοῦ]· ἐν ᾗ ἀνεγνώσθη | |
[γνώμ]η [τ]ῶν συνεδρίων διὰ τῶν ἀρχόν[τ]ων, ἀναγνόν- | |
[τος τοῦ] στρατηγοῦ Ἀλκαμένους Λαμπτρέως γνώμην τὴν ἀναγεγραμμένη[ν]· | |
10 | [ἡ ἐξ Ἀρείου] πάγου βουλὴ καὶ ἡ βουλὴ τῶν Φ καὶ ὁ δῆμος ὁ Ἀθηναί- |
[ων μετὰ] τῶν ἀρχόντων, τοῦ τε ἐπωνύμου ἄρχοντος Φλ Διογένους | |
[Μαραθων]ίου κα[ὶ τ]οῦ ἐπὶ τὰ ὅπλα στρατηγοῦ καὶ ἐπιμελητοῦ γυ- | |
[μνασιαρχί]ας θε[οῦ] Ἁδρι[α]νοῦ καὶ ἀ[ντ]άρχοντος τοῦ ἱερωτάτου ἀγ̣- | |
[ῶνος τοῦ Π]ανε̣λ̣ληνίου [Μα]ρ Αὐρ Ἀλκαμένους Λαμπτρέως καὶ τοῦ κήρ- | |
15 | [υκος τῆς ἐξ] Ἀρε̣ίου π[ά]γου βουλῆ̣ς καὶ ἀγωνοθέτου τῶν τῆς Σεβα- |
[στῆς οἰκίας? ἀ]γώνω[ν Τρύ]φωνος τοῦ Θεοφίλου Ὑβάδου γνώμην ἀπο- | |
[φαίνου]σιν κατὰ [τὰ] πάτρια· vacat Ἐπειδὴ ἡ ἱερωτάτη καὶ τε- | |
λεω[τάτη πασ]ῶν [ἡ]μερῶν καὶ ὑπὸ πάντων ἐλπισθεῖσα διὰ τὴν ἀθάνατον ὁμόνοι- | |
αν τῶν ὁσίων βασιλέων, Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος | |
20 | Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου |
Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστοῦ, ὑπὸ τῶν μεγάλω- | |
[ν βασιλέων κοινῶι κη]ρ[ύγμ]ατι πᾶσιν ἀν[θ]ρώποις δεδήλωται, ἐν [ἧι] | |
[τὸν θειότατον Αὐτοκράτορα Καίσαρα Πόπλιον Σεπτίμιον Γέταν] | |
[Εὐσεβῆ Σεβαστὸν] τῇ οὐρανία ψήφῳ καὶ κρίσει προσει- | |
25 | [λήφασι πρ]ὸς [τὴν τῆς] αὐτοκράτορος ἀρχῆς ἰσηγορίαν ἱδρύσαντες |
τοῦ κόσμου τὸ βασίλειον ἐν ὁλοκλήρῳ τῷ γένει· δεδόχθαι | |
[τῆι] ἐ[ξ] Ἀ[ρείου] πάγου βουλῇ καὶ τῇ βουλῇ τῶν Φ καὶ τῷ δημῷ τῷ | |
Ἀθηναίων θύ[ει]ν πα[ν]γενεὶ καὶ ἑορτάζειν ἔν τε κοινῶι καὶ κα- | |
[τ’ ἰδίαν παντὶ τῶι βα]σιλείωι γένει. ἄγεσθαι δὲ καὶ τὴν τῆς κρα- | |
30 | [τίστης ἀρχῆς γενέθλ]ιον ἡμέραν ἀκολούθως ταῖς ἄλλαις αὐτῶν κρα- |
τίσ[ταις, καθὼς διὰ τῆ]ς ὁσίας ῥήσεως αὐτῶν μεμαθήκαμεν, καὶ δίδο- | |
[σθαι παντὶ τῶι δή]μ[ωι δι]ανομήν, καθὰ καὶ ὁ κράτιστος πρεσβευτὴς | |
[αὐτῶν καὶ ἀντιστράτηγος] καὶ λογιστὴς τῆς πατρίδος ἡμῶν Γάϊος Λι- | |
[κίννιος Τηλέμαχος] δεδήλωκεν ἐν τῶ προκ[ε]ιμένῳ διατάγματι | |
35 | σκησμ․ι․․5․․εν εὐσέβειαν, δι’ ἧς τὴν τῆς πόλεως εὐφροσύ- |
νην καὶ εἰωθυ[ῖ]αν εἰς τὸν Ὀλύμπιον αὐτῶν οἶκον εὐσέβει- | |
[αν] δηλώσομεν. | |
spatium vacuum trium versuum | |
col. I.38 | Ἀλλήτιππος? Παι |
․․․σ․․․․ο․ Παι | |
40 | ․․․ν․․․․ος Παι |
Πο — — Παι | |
Πο․․․․ιλος Παι | |
Κάσιος Παι | |
Μοσχώνιος? Παι | |
45 | Βάσσος Παι |
Τε[ιμ]όθεος Παι | |
․ιειλυιος? Παι | |
Κλ[άδ]ος Παι | |
Ι̣οι̣․λ — — Παι | |
50 | Πόταμος Ἵπ<π>ωνος Παι |
Κόμμο[δ]ος ․․․ις Παι | |
Πο[λέ]μων Τείτου Παι | |
Μ․․․μ․λ Παι | |
Α̣μ․ονλος Εὐημέρ̣ου | |
55 | — — — — — — — |
— — — — — — — | |
— — — — — — — | |
Ἀπολλοφάνη̣ς Ζω̣π[ύρου?] | |
․․․σ̣ω̣ο̣ο̣ω̣σ̣δ̣ — — — | |
col. II.38 | Καλλίας Παι |
Τελεσφόρος Σωτηρίδα Παι | |
40 | Ῥοῦφος Ͻ Παι |
Μαρεῖνος Παι | |
Ξενοφῶν Παι | |
Ζωτικὸς Ͻ Παι | |
Ὁρτήσιος Μηνόδωρος Παι | |
45 | Γάϊος ὁ καὶ Ἐπάγαθος Παι |
Φα[ῦ]στος Ἐπαφροδείτου Παι | |
Διογένης Ͻ Παι | |
49 | Κυδαθήναιοι |
50 | Δημήτριος Κελάδου Κ[υ] |
Ἀρτέμων Ἡλιοδώρου Κυ | |
Διονύσιος Τρύφωνος Κυ | |
Κ̣έλαδος Τρύφωνος Κυ | |
[Στειρ]ιεῖς | |
55 | Διονυσόδωρος Ἀπολλωνίου |
Ἀπολλώνιος Ἀρτεμιδώρου | |
Κάλ[λι]στ[ο]ς? Εὐσ[εβίου]? | |
Τυχικὸς Ͻ Στ | |
Ὀνήσιμος Πολυδεύκου Παι | |
60 | [γ]ραμματεὺς — — — |
col. III.38 | ἀΐσειτοι· |
Κλ Ἱεροφάντης Ͻ Μαρα | |
40 | Φαβ Δᾳδοῦχος Μαραθ |
Κλ Ἐπὶ βωμῷ Μελι | |
Ἑρέν Ἱεροκῆρυξ Ἕρμ | |
Αὐρ Πυρφόρος Λαμπτρ | |
κῆρυξ βουλῆς καὶ δή- | |
45 | μου Κλ Ἀττικὸς Μαρα |
ἀντικῆρυξ Ἀφροδείσιος Φλυ | |
γραμματεὺς βουλῆς καὶ | |
δήμου Ἀριστόβουλος | |
Ἀττικοῦ Ἀναγυράσιος | |
50 | περὶ τὸ β̣ῆμα Ῥόδων Καλλίστου Μαραθ |
ἀντιγραφεὺς Φλ Μαρεῖνος̣ Χ | |
ἱεραύλης Ἀθήναιος Ἀφροδεισίου | |
ἱερεὺς Φωσφόρων Ἀρι- | |
στεί̣δ̣η̣ς | |
55 | ὑπογραμματεὺς |
Μηνόφιλος Παραμόνου |
IG II²
1077