[ ] Italia — Puteoli (Pozzuoli) — 2nd/3rd c. AD — AttiAccNap 8 (1921) 45
1 Ἄπιδι Μέμφιδος εὐβίῳ. —— πάτερ, Ἀπίων σὺ ν̣[ομίζῃ],
ἐξ οὗ τοὔνομά σοι ἐπεθήκασιν οἱ Λε[— — — — — — —]
καὶ ἄνθεσι τοῖς Παφίης, οἷς καὶ συνέ[ζης, στεφάνωσαν].
Ἡρακλέης ἀλκῇ καμάτους οὐκ ἤνυ[σε τόσσους]·
5 ἀντολείην ἐκύκλευσας, ἔπειτά τε τ[έρμονας ἄρκτου]
καὶ δύσιν οἰκήσασα ἱερὰ ψυχή σου ἐ[λείφθη].
χρημάτισεν δὲ θεὸς Βησᾶς σοι δαίμ[ονος αἶσαν],
ἐννέα καὶ ἑξήκοντα ἔτη τὸν βίο[ν μετὰ καὶ ξ(εῖ)].
πέντε δὲ καὶ ν(ῦ) ἐτῶν γῆ σου δέμ[ας ἱρὸν ἔκρυψεν]·
10 γράμμα δὲ τὸ ξ(εῖ) ἔστιν ἀπὸ ἄλφα τετ[ρὰς δεκάδι πρός]·
ταῦτα ἐπιβαλλόμενα ἀναπληροῖ θε[ῖον ἀριθμόν]·
καὶ μεθόδοισι θεοὶ φρενὸς ἀνθρώπ[ων περίεισιν].
σὺν Μούσαις τάδ’ ἔγραψα πατρὶ μνήμη[ν — — —].
Search Help
Contact Us