BCH 99 (1975) 51-75
Decree of the Hellenic League honoring the Athenian Glaukon, son of Eteokles.  Marble stele, broken at the top.
[ ] Boiotia — Plataiai — 261-246 BC — AAA 6 (1973) 375-377 — cf. SEG 27.65; 33.406; 36.443; 40.412
1 [ἐφ’] ἱερέως Νικοκλείδου τοῦ Χαιρέου,
ἀγωνοθετοῦντος Ἀρχελάου τοῦ
Ἀθηναίου, δόγμα τῶν Ἑλλήνων·
Εὔβουλος Παναρμόστου Βοιώτιος εἶπε·
5 ἐπειδὴ Γλαύκων Ἐτεοκλέους
Ἀθηναῖος πρότερόν τε διατρίβων
ἐν τῆι ἰδίαι πατρίδι καὶ κοινῆι διε-
[τ]έλει πᾶσι τοῖς Ἕλλησιν εὔνους ὢν̣
[κ]αὶ ἰδίαι τοῖς παραγινομένοις εἰς
10 τ̣ὴμ πόλιν καὶ μετὰ ταῦτα τεταγμέ-
νος παρὰ τῶι βασιλεῖ Πτολεμαίωι
τὴν αὐτὴν εἶχεν προαίρεσιν φανε-
ρὸς εἶναι βουλόμενος ὡς διέκειτο
τῆι πρὸς τοὺς Ἕλληνας εὐνοίαι
15 A)?NAQH/MASI/N TE TO\ I(ERO\N E)KO/SMH-
σεν καὶ προσόδοις ἃ καθήκει διατη̣-
ρεῖσθαι τῶι Διὶ τῶι Ἐλευθερίωι [καὶ]
τῆι τῶν Ἑλλήνων Ὁμονοίαι, συνη[ύ]-
ξησεν δὲ καὶ τὴν θυσίαν τοῦ Διὸς τ[οῦ]
20 Ἐλε<υ>θερίου καὶ τῆς Ὁμονοίας καὶ τὸν
ἀγῶνα ὃ τιθέασιν οἱ Ἕλληνες ἐπὶ
τοῖς ἀνδράσιν τοῖς ἀγαθοῖς καὶ ἀγω-
νισαμένοις πρὸς τοὺς βαρβάρους
ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας,
25 [ἵνα] οὖν εἴδωσιν ἅπαντες ὅτι τὸ κοι-
νὸν συνέδριον τῶν Ἑλλήνων καὶ ζῶ-
σιν καὶ μετηλλαχόσιν ἀποδίδωσιν
χάριτας καταξίας τῶν εὐεργετη-
μάτων τοῖς τιμῶσι τὸ ἱερὸν τοῦ Δ[ι]-
30 ὸς τοῦ Ἐλευθερίου, δεδόχθαι τοῖς
Ἕλλησιν ἐπαινέσαι Γλαύκωνα
καὶ καλεῖν εἰς προεδρίαν αὐτὸν
καὶ τοὺς ἐκγόνους αὐτοῦ εἰς τὸν ἅπα[ν]-
τα χρόνον ὅταν οἱ ἀγῶνες οἱ γυμνικοὶ
35 [σ]υντελῶνται ἐμ Πλαταιαῖς καθάπε[ρ]
καὶ τοὺς λοιποὺς εὐεργέτας, ἀναγρά-
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν ἀγωνοθέ-
την εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι
παρὰ τὸμ βωμὸν τοῦ Διὸς τοῦ Ἐλευθε-
40 ρ̣ίου καὶ τῆς Ὁμονοίας, τὸν δὲ ταμίαν
[τ]ὸν ἐπὶ τῶν ἱερῶν χρημάτων δοῦναι τ[ὸ]
[ε]ἰς ταῦτα ἀνήλωμα.
Search Help
Contact Us