Decree honoring judges from Megara. Large stele of hard limestone
with upper molding, inscribed on two faces.
[ ]
Boiotia — Akraiphia — ca. 140 BC — BCH 24 (1900) 74-79 — cf. SEG 43.202
1 | [οἱ ἄρχοντες καὶ οἱ σύνεδροι εἶπαν· ἐπειδὴ ἀποστειλάντων ἡμῶν πρὸς τὴν Μεγαρέων πόλιν, οὖσα]ν συγγενῆ, πρεσ- |
[βευτὰς καὶ δικασταγωγοὺς τοὺς αἰτησομένους αὐτὴν ἀποστεῖλαι δικαστὰς καὶ γραμμ]ατῆ ἐπ[ὶ] τὰς δίκας | |
[τὰς κειμένας παρ’ ἡμῖν(?), — — — —, Μεγαρεῖς, βουλευσάμενοι κατὰ τὸ κάλλιστο(?)]ν̣, v ἐξαπέστειλαν | |
[πρὸς τὴν πόλιν δικαστὰς {²⁷μεταπέμπτους δικαστὰς}²⁷ (nomen patronym.), (nomen patronym.)ς, Ἀριστόνικον Κίκκω]νος ἄνδρας καλοὺς | |
5 | [κἀγαθοὺς καὶ πίστιν ἔχοντας(?), οἳ παραγενόμενοι τοὺς μὲν πλείστους τῶν ἐχόντων τὰς δίκα]ς συνέλυσαν καὶ ἀπο- |
[κατέστησαν εἰς τὴν πρὸς αὑτοὺς ὁμόνοιαν, τοῖς δὲ τὴν εὔορκον καὶ δικαίαν ἀπόφασιν(?) ἐξ]έθεντο, v τά τε κατ’ ἐπιτρο- | |
[πὴν τῶν ἐγκλημάτων διεξήγαγον κατὰ τοὺς νόμους ἀπὸ παντὸς τοῦ βελτίστου καὶ δικαιοτά]τ̣ου, ποιούμενοι τὰς κρίσεις | |
[ἀξίως αὑτῶν τε καὶ τῆς ἐγχειρισθείσης αὐτοῖς πίστεως, τήν τε ἐνδημίαν καὶ ἀναστρο]φὴν ἐποήσαντο μετὰ | |
[πάσης εὐσχημοσύνης — — — — — — — — — — — — — — — — — — — — — ἀξίω]ς αὑτῶν τε καὶ τῆς ἐξαπ[ο]- | |
10 | [στειλάσης καὶ τῆς ἡμετέρας πόλεως(?), σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες(?)· ὅπως οὖν ὁ δῆμο]ς Ἀκραιφιείων φαίνηται |
[τοὺς καλοὺς κἀγαθοὺς ἄνδρας τιμῶν καὶ χάριτας ἀποδιδοὺς τοῖς ἑαυτοῦ εὐεργέταις· δεδόχθαι τ]οῖς τε συνέδροις καὶ τῶι δήμωι | |
[ἐπαινέσαι μὲν τὸν δῆμον Μεγαρέων ἐπὶ τῶι ἀποστεῖλαι δικαστὰς ἄνδρας καλοὺς κἀγαθο]ύς, καὶ στεφανῶσαι αὐτὸν χρυ̣- | |
[σῶι στεφάνωι, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς (nomen patronym.), (nomen patronym.)]ς, Ἀριστόνικον Κίκκωνος, ἐπί τε | |
[τῶι διεξαγηοχέναι αὐτοὺς τὰ κατὰ τὴν δικαστείαν ἀπὸ παντὸς τοῦ βελτίστου καὶ δικαιοτά]του, ἀξίως αὑτῶν τε καὶ τῶν | |
15 | [ἐκπεμψάντων αὐτοὺς(?) — — — — καὶ ἐπὶ τῆι ἀναστροφῆι καὶ ἐνδημίαι ἧι πεποίην]ται μετὰ πάσης εὐσχημοσύ- |
[νης, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἕκαστον αὐτῶν(?) ἀρετῆς ἕνεκεν καὶ δικαιοσύνης], ἐπαινέσαι δὲ καὶ τὸν γραμμ[α]- | |
[τῆ αὐτῶν (nomen patronym.) ἐπὶ τῶι διεξαγηοχέναι αὐτὸν τὰ κατὰ τὴν αὑτοῦ πραγματείαν] ἀπὸ παντὸς τοῦ βελτίσ<το>υ καὶ ἐ̣- | |
[πὶ τῆι ἐνδημίαι ἧι πεποίηται μετὰ πάσης εὐσχημοσύνης, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι] στεφάνωι· εἶναι δὲ αὐτοὺς | |
[καὶ προξένους καὶ εὐεργέτας τῆς πόλεως Ἀκραιφιείων, καὶ τἆλλα τίμια αὐτοῖς ὑπάρ]χειν ἃ καὶ τοῖς ἄλλοις προξένοι[ς] | |
20 | [καὶ εὐεργέταις τῆς πόλεως ὑπάρχει· ἀναγράψαι δὲ τοὺς πολεμάρχους τόδε τὸ ψήφισμα εἰς σ]τήλην παρὰ τὸν Δία τὸν Σω̣- |
[τῆρα — — — — — — — — — — — — γράψαι δὲ τοὺς πολεμάρχους καὶ τὴν πόλιν πρὸς] τ̣ὴν πόλιν Μεγαρέων καὶ ο̣ἴ̣- | |
[εσθαι δεῖν αὐτὴν τὸ ψήφισμα ἀναγράψαι(?) καὶ ἀναθεῖναι ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Ὀλυμπίου, ὅπ]ως πᾶσι̣ σ̣ύμ̣[φ]α̣ν̣ες [ἦι ὅ]- | |
[τι Ἀκραιφιεῖς δύνανται τὰς καταξίας τιμὰς καὶ χάριτας ἀποδιδόναι τοῖς ἑαυτῶν εὐεργέταις]. | |
alt. rest., line 22.21 | . . . ο̣ἴ̣- |
[εσθαι δεῖν αὐτὴν τὸ ψήφισμα ἀναγράψαι(?) καὶ ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι παρ’ αὐτοὺς τόπωι, ὅπ]ως πᾶσι̣ σ̣ύμ̣[φ]α̣ν̣ες [ἦι ὅ]- | |
[τι] . . . |