Decree honoring judges from Megara.  Large stele of hard limestone with upper molding, inscribed on two faces.
[ ] Boiotia — Akraiphia — ca. 140 BC — BCH 24 (1900) 74-79 — cf. SEG 43.202
1 [οἱ ἄρχοντες καὶ οἱ σύνεδροι εἶπαν· ἐπειδὴ ἀποστειλάντων ἡμῶν πρὸς τὴν Μεγαρέων πόλιν, οὖσα]ν συγγενῆ, πρεσ-
[βευτὰς καὶ δικασταγωγοὺς τοὺς αἰτησομένους αὐτὴν ἀποστεῖλαι δικαστὰς καὶ γραμμ]ατῆ ἐπ[ὶ] τὰς δίκας
[τὰς κειμένας παρ’ ἡμῖν(?), — — — —, Μεγαρεῖς, βουλευσάμενοι κατὰ τὸ κάλλιστο(?)]ν̣, v ἐξαπέστειλαν
[πρὸς τὴν πόλιν δικαστὰς {²⁷μεταπέμπτους δικαστὰς}²⁷ (nomen patronym.), (nomen patronym.)ς, Ἀριστόνικον Κίκκω]νος ἄνδρας καλοὺς
5 [κἀγαθοὺς καὶ πίστιν ἔχοντας(?), οἳ παραγενόμενοι τοὺς μὲν πλείστους τῶν ἐχόντων τὰς δίκα]ς συνέλυσαν καὶ ἀπο-
[κατέστησαν εἰς τὴν πρὸς αὑτοὺς ὁμόνοιαν, τοῖς δὲ τὴν εὔορκον καὶ δικαίαν ἀπόφασιν(?) ἐξ]έθεντο, v τά τε κατ’ ἐπιτρο-
[πὴν τῶν ἐγκλημάτων διεξήγαγον κατὰ τοὺς νόμους ἀπὸ παντὸς τοῦ βελτίστου καὶ δικαιοτά]τ̣ου, ποιούμενοι τὰς κρίσεις
[ἀξίως αὑτῶν τε καὶ τῆς ἐγχειρισθείσης αὐτοῖς πίστεως, τήν τε ἐνδημίαν καὶ ἀναστρο]φὴν ἐποήσαντο μετὰ
[πάσης εὐσχημοσύνης — — — — — — — — — — — — — — — — — — — — — ἀξίω]ς αὑτῶν τε καὶ τῆς ἐξαπ[ο]-
10 [στειλάσης καὶ τῆς ἡμετέρας πόλεως(?), σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες(?)· ὅπως οὖν ὁ δῆμο]ς Ἀκραιφιείων φαίνηται
[τοὺς καλοὺς κἀγαθοὺς ἄνδρας τιμῶν καὶ χάριτας ἀποδιδοὺς τοῖς ἑαυτοῦ εὐεργέταις· δεδόχθαι τ]οῖς τε συνέδροις καὶ τῶι δήμωι
[ἐπαινέσαι μὲν τὸν δῆμον Μεγαρέων ἐπὶ τῶι ἀποστεῖλαι δικαστὰς ἄνδρας καλοὺς κἀγαθο]ύς, καὶ στεφανῶσαι αὐτὸν χρυ̣-
[σῶι στεφάνωι, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς (nomen patronym.), (nomen patronym.)]ς, Ἀριστόνικον Κίκκωνος, ἐπί τε
[τῶι διεξαγηοχέναι αὐτοὺς τὰ κατὰ τὴν δικαστείαν ἀπὸ παντὸς τοῦ βελτίστου καὶ δικαιοτά]του, ἀξίως αὑτῶν τε καὶ τῶν
15 [ἐκπεμψάντων αὐτοὺς(?) — — — — καὶ ἐπὶ τῆι ἀναστροφῆι καὶ ἐνδημίαι ἧι πεποίην]ται μετὰ πάσης εὐσχημοσ-
[νης, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἕκαστον αὐτῶν(?) ἀρετῆς ἕνεκεν καὶ δικαιοσύνης], ἐπαινέσαι δὲ καὶ τὸν γραμμ[α]-
[τῆ αὐτῶν (nomen patronym.) ἐπὶ τῶι διεξαγηοχέναι αὐτὸν τὰ κατὰ τὴν αὑτοῦ πραγματείαν] ἀπὸ παντὸς τοῦ βελτίσ<το>υ καὶ ἐ̣-
[πὶ τῆι ἐνδημίαι ἧι πεποίηται μετὰ πάσης εὐσχημοσύνης, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι] στεφάνωι· εἶναι δὲ αὐτοὺς
[καὶ προξένους καὶ εὐεργέτας τῆς πόλεως Ἀκραιφιείων, καὶ τἆλλα τίμια αὐτοῖς ὑπάρ]χειν ἃ καὶ τοῖς ἄλλοις προξένοι[ς]
20 [καὶ εὐεργέταις τῆς πόλεως ὑπάρχει· ἀναγράψαι δὲ τοὺς πολεμάρχους τόδε τὸ ψήφισμα εἰς σ]τήλην παρὰ τὸν Δία τὸν Σω̣-
[τῆρα — — — — — — — — — — — — γράψαι δὲ τοὺς πολεμάρχους καὶ τὴν πόλιν πρὸς] τ̣ὴν πόλιν Μεγαρέων καὶ ο̣ἴ̣-
[εσθαι δεῖν αὐτὴν τὸ ψήφισμα ἀναγράψαι(?) καὶ ἀναθεῖναι ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Ὀλυμπίου, ὅπ]ως πᾶσι̣ σ̣ύμ̣[φ]α̣ν̣ες [ἦι ὅ]-
[τι Ἀκραιφιεῖς δύνανται τὰς καταξίας τιμὰς καὶ χάριτας ἀποδιδόναι τοῖς ἑαυτῶν εὐεργέταις].
alt. rest., line 22.21                                                                                                                                                                                                             . . . ο̣ἴ̣-
[εσθαι δεῖν αὐτὴν τὸ ψήφισμα ἀναγράψαι(?) καὶ ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι παρ’ αὐτοὺς τόπωι, ὅπ]ως πᾶσι̣ σ̣ύμ̣[φ]α̣ν̣ες [ἦι ὅ]-
[τι] . . .
Search Help
Contact Us