Diagraphe concerning the sale of the priesthood of Homonoia.  Lower part of a stele of gray marble.
[ ] Kos Isl. — Kos — ca. 150-100 BC — Chiron 35 (2005) 220, 20 (D. Bosnakis, K. Hallof)
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — —]ΟΝΟΣ[— — — — — — —]
[— — — — — — — — — — — — — — — — —]\ τοῦ δικαστ[— — — — —]
[— — — — — — — — — —] μ̣ὴ̣ ἐλάσσονος ἄξιον δραχμῶν τ̣[ριάκοντα?] {²⁷τ̣[εσσαράκοντα]}²⁷
[— — — — τοὶ πρ]ο[σ]τ̣άται ἐπικλαρούντω ἐπὶ φυλὰν καὶ δᾶμ[ον ․4․․]
5 [— — — — κ]αὶ τ̣ρ̣ι̣α̣κά̣δα, αἴ κα ὁ ἱερεὺς ἀντιφωνῆι αὐτοῖς τὰν θυσ[ί]-
[αν ἐπιτετε]λ̣έσ̣[θ]α̣ι· αἰ̣ [δέ] κα̣ ἐπικ̣λαρώ̣σωντ[ι] μὴ ἀντιφωνήσαντος τοῦ
[ἱερέως], ἀ̣π̣οτεισάντω ἐπιτίμιον τ[ῶ]ι τει̣χ̣οπ̣οίαι δραχμὰς χειλίας ἐν̣
[εὐ]θύναις· θυόντω̣ δ̣ὲ̣ κ̣[αὶ ὁ] γυμνασίαρχος καὶ ὁ̣ ἀγωνοθέτας ἕκαστος
αὐτῶν ἱερεῖον τέλειον ἀπὸ δραχμᾶν εἴκοσι πέντε, ἐπεί κα αἱρεθέωντι·
10 κατὰ ταὐτὰ δὲ θυόντω καὶ τοὶ αἱρεύμενοι ἱεροφύλακες, τοὶ μὲν τὰν χει-
μερινὰν ἄρχοντες Θε[υ]δαισίου ἐ̣[ν]ά̣τ̣αι {²⁷ἑ̣[κ]ά̣τ̣αι}²⁷, τοὶ δὲ τὰν θερινὰν Ὑακινθίου τεσ-
σαρεσκαιδεκάται̣ ἕκαστοι̣ α̣[ὐ]τῶν̣ [ο]ἶν π[ο]τὶ δραχμὰς εἴκοσι πέντε· ὁμοί-
ως δὲ θυόντω καὶ ὅσοι α[ἱρεῦ]νται πάντες, ἐπεί κα ἐς τὰν ἀρχὰν ἐσπο-
ρεύωνται, καθ᾽ ἑκάσταν τράπεζαν ἱερεῖον τέλειον ἀπὸ δραχμᾶν εἴκοσι
15 πέντε· κατὰ ταὐτὰ δὲ θυόντω καὶ τοὶ προστάται κατὰ τὰν πενταετηρίδα
τὰν Ἀσκλαπιείων ἱερεῖον βοϊκὸν ἀπὸ δραχμᾶν διακοσίαν πεντή-
κοντα· ὁ ἀεὶ ἱερεὺς τὰ ἱερὰ πᾶσι τοῖς θύουσιν ἐπὶ τοῦ βωμοῦ ἐπιτιθέτω οἷς δὲ πο-
τιτέτακται θύεν τᾶι Ὁμονοίαι κατὰ τάνδε τὰν διαγραφάν· αἴ κα μὴ θύσων-
τι, ὀφειλόντω ἐπιτίμιον τῶι μὲν ἱερεῖ ἴσου μέρους δραχμὰς τριάκοντα
20 κ̣αὶ ἡ {²sic}² πρᾶξις ἔστω τῶι ἱερεῖ κ̣αὶ ἄ[λ]λ[ωι] τῶν τελεσάντων τὰς θυσίας καθά-
περ ἐ̣κ δίκα[ς]· τᾶι δὲ θεᾶι [τ]εισ̣[ά]ντω̣ ἐπιτίμιον δραχμὰς πεντήκοντα,
[ἁ] δὲ πρᾶξις ἔστω [ὑπὲρ] τᾶς θεοῦ τῶι τε ἱερεῖ καὶ ἄλλωι τῶι χρήζοντι
καὶ ἔστω ἐς κατασ̣κ̣ευὰν ἀργυρωμάτων· τὰ δὲ ἱερεῖα τὰ θυόμενα τᾶι
Ὁμονοίαι δο[κ]ιμα̣σ̣[θέν]τ̣[ω] π̣άντα ὑ̣πό τε τοῦ ἱερέως καὶ τῶν ἐξαγητᾶν ὅσ-
25 σοις τοὶ ταμίαι διαγράφοντι ἐς τὰς θυσίας· v ὁ δὲ πριάμενος τὰν ἱε-
ρωσύναν ποιησεῖται καταβολὰς τοῦ εὑρέματος ἐπὶ τὸς ταμίας
τρεῖς, τὰν μὲν πράταν ἐμηνὶ {²⁶ἐμ μηνὶ}²⁶ Ἀλσείωι τῶι ἐπὶ Ἀριστοβούλου, τὰν δὲ
δευτέραν ἐμ̣ μηνὶ Γεραστίωι τῶι μετὰ μόναρχον Ἀριστόβουλον ὅς
κα γένηται πρᾶτος, τὰν δὲ τρίταν ἐμ μηνὶ Ἀλσείωι τῶι ἐπὶ τοῦ αὐτοῦ
30 μονάρχου· [ὅ],τι δέ κα μὴ ἀποδῶι ἐν τοῖς χρόνοις τοῖς γεγραμμένοις
κατὰ τάνδε τὰν διαγραφάν, ὀφειλέτωι διπλάσιον καὶ ἁ ἱερωσύνα ἀνα-
πωληθήτω ὑπὸ τᾶν πωλητᾶν· ὅπως δὲ ἐπιφανεστέρα ἁ ἱερωσύνα γέ-
νηται ποτὶ̣ π̣άντα κατασκευασθέντων αὐτᾶι καὶ ἀργυρωμάτων ποτὶ
τ̣ὰς θυσίας τὰς γινομένας καὶ ὁ δᾶμος φαίνηται προνοῶν καὶ ἐν τού̣-
35 τοις τᾶς ποτί τε αὐτὰν καὶ τὸς πολίτας ὁμονοίας, τοὶ ταμίαι ὑπολιπόμ[ε]-
νοι ἐλ λόγωι τὸ δέκατον μέρος τοῦ εὑρέματος τᾶς ἱερωσύνας καταχρήσ-
θων ἐς κατασκευὰν ἀργυωμάτων ὧν κα ἀπολογίξηται ὁ ἀρχιτέκτων,
ποθ᾽ ὃ καὶ ποιησάσθω τὸν ἀπολογισμὸν ἔσχατον τοῦ Καρνείου μηνὸς
τοῦ ἐπὶ Ἀριστοβούλου τᾶι δεκάται· τοὶ δὲ προστάται ἐσενεγκάντω τὸν
40 ἀπολογισμὸν ἐς μὲν τὰν βουλὰν τοῦ αὐτοῦ μηνὸς τᾶι πεντεκαιδεκά-
ται, ἐς δὲ τὰν ἐκλησίαν {²⁶ἐκκλησίαν}²⁶ τοῦ αὐτοῦ μηνὸς τᾶι ἑκκαιδεκάται· τὸ δὲ λοιπὸν
ἀργύριον τοὶ ταμίαι καταχρήσθων εἰς τὰ διατεταγμένα· τοὶ δὲ ἐν ἀρχᾶι
εὖντες προστάται ἐπιστάταν ἑλέσθων τᾶι ἑκκαιδεκάται τοῦ Ἀλσείου
μηνὸς ἐπὶ τὰν κατασκευὰν τῶν ἀργυρωμάτων· τοὶ δὲ ταμίαι διαγρα-
45 ψάντω αὐτῶι τὸ ὑπολειφθὲν παρ’ αὐτοῖς δέκατον τοῦ εὑρέματος ἀπὸ τᾶς
[ἱε]ρωσύνας· ἐπεὶ δέ κα κατασκευασθῆι τὰ ἀπολογισθέντα ὑπὸ τοῦ ἀρχιτέ-
[κ]τονος καὶ δοκιμασθῆι ὑπὸ τοῦ δοκιμιστᾶ ἐπιγράψας ὁ ἐπιστάτας ἐπὶ τῶν
ἀ̣ργυρωμάτων “πόλιος ἐκ Κῶ· ἱερὰ Ὁμονοίας” καὶ τοῦ ἱερέως πατρόθεν τὸ
ὄνομα καὶ τὰν ὠν%⁸⁰ὰν αὐτῶν παραδότω τῶι ἱερεῖ καὶ περὶ τᾶς ἀγοράξιος τοῦ
50 τε ἀσάμου καὶ τᾶς κατασκευᾶς αὐτῶν καὶ παραδόσιος τῶι ἱερεῖ καὶ περὶ τῶν λό-
γων ὧν κα διαγρ̣άφ̣ηται, λόγον καταβαλέσθω ἐς τὰ δαμόσια γράμματα· κα-
τὰ ταὐτὰ δὲ καὶ ὁ ἱερεὺς λόγον καταβαλέσθω περὶ τᾶς παραλάμψιος αὐτῶν̣
καὶ ἐς τὸν μετὰ ταῦτα χρόνον ἀντιφωνείτω ἐν λογισταῖς καθότι καὶ τὸς ἄλλος
[ἱε]ρ̣εῖς γέγραπται· τοὶ πωληταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰν
55 [ἐ]ς στάλαν λιθίναν καὶ ἀν[αθέ]μεν παρὰ τὸν βωμὸν τᾶς Ὁμονοίας· πραθείσας
     δὲ τᾶς ἱερωσύνας ὁ [κᾶρυξ καρυσσ]έ̣τω τοῦ τε ἀγορακότος τὸ ὄνομα παραχρῆμα
     καὶ ὅσσου κα ἀγο[ράξηι τὰν ἱερωσύ]ν̣αν· τὸ δὲ γενόμενον ἀνάλωμα ἔς τε τὰν
       θυσίαν τὰν ἐπὶ τᾶ[ι πράσει τᾶς ἱερωσύν]ας καὶ ἐς τὰν τελετὰν τοῦ ἱερέως καὶ
       τᾶς ἱερείας κ[αὶ τὰν στάλαν καὶ τὰ]ν̣ ἀναγραφ[ὰ]ν τᾶς διαγραφᾶς κατα-
60          βαλεῖ ὁ πρ[ιάμενος τὰν ἱερωσύναν ἅμα τᾶι πρ]άται καταβολᾶι vacat
Search Help