Diagraphe for the sale of the priesthood of Eumenes II; line 4 and parts of lines 14 and 16 inscribed in rasura.  Upper part of a stele of white marble with kymation.
[ ] Kos Isl. — Kos — ca. 188 BC — Chiron 35 (2005) 251, 23 (D. Bosnakis, K. Hallof)
See also:
1 ἀγαθᾶι τύχαι· τάδε συνέγραψαν τοὶ ἄνδρες τοὶ αἱρεθέ[ν]-
τ̣ες περὶ τᾶν θυσιᾶν καὶ τᾶν ἄλλαν τιμᾶν αἳ συντελεῦν-
[τ]α̣ι̣ βασιλεῖ Εὐμένει καὶ ἐφ’ οἷς δεῖ τὰν ἱερωσύναν πραθῆμε[ν],
〚Λεωνίδας Διοσκουρ̣ίδα, Διδύμαρχος Σωστράτου, Μακαρῖνος〛
5 Ἀ̣ρ̣ι̣σ̣[τ]ά̣[ρχ]ου· ὁ πριάμενος τὰν ἱ̣ε̣ρ̣[ω]σύν̣α[ν] βασιλέως Εὐμέ̣-
[ν]ο[υ]ς ἔστω ὁλόκλαρος καὶ ὑγιὴς καὶ μὴ νεώτερος ἐτῶν ὀκ̣[τώ]·
[λ]α̣μβανέ[τω] δὲ γέρη πάντων [τῶ]ν̣ θυομένων δέρμ̣α̣, τ̣[ῶν]
[ἐ]τ̣έλων [δὲ κ]αὶ̣ σκέ̣λος· ἐπ̣ιτ̣ι̣θ̣έτω δὲ τὰ ἱε[ρὰ] π̣ᾶσι [το]ῖς θύ-
ουσιν· στεφανα̣[φορ]ε[ί]τ[ω] δὲ ἐπὶ τᾶν θ̣υσιᾶν καὶ τ[ᾶ]ν τ̣ι̣μ̣ᾶν καὶ τῶ-
10 [ν] ἀγώνων τῶν συ[ν]τ̣ελευμένων βασιλεῖ Εὐμ̣ένει· σπενδέτ[ω]
ἐν τοῖς ἄ̣[λλοις ἀγ]ῶσιν πᾶσιν καθάπερ καὶ τ̣οὶ ἄλλο[ι] ἱ̣ερεῖς καὶ
[ἐ]μ̣ π[ροεδρίαι] κ̣αθήσθω· ἀφείσθω δὲ καὶ τᾶν λ[ε]ι̣τουργιᾶν πασᾶν
[χωρὶ]ς̣ τ[ρ]ιηραρ̣χίας· τοὶ πωληταὶ ἀποδόσ[θ]ων τὰν ἱερωσύναν
[βασ]ι̣λέως Εὐμένους μηνὸς 〚Πετα[γ]ετνέου {²⁶Πεταγειτνύου}²⁶ τοῦ μετὰ μόναρχ[ον]·
15 [τὰ]ν τιμὰν καταβαλεῖ ἐπὶ τὸς ταμ[ί]ας· καταβολὰς ποιησ̣[εῖ]-
[τ]αι τρεῖς, τὰν μὲν πράταν ἐμ μηνὶ Κα〚φισίωι τῶι με%⁸⁰τὰ [μόναρχον]
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us