Proxeny decree for Lykiskos, son of Phylasos, of Elis. Block of
blue limestone, inscribed with three decrees (I-III).
[ ]
Megaris — Megara — after 307 BC — cf. SEG 28.438 (date)
1 | ἐπὶ βασιλέος Ἀντιφίλου. |
γραμματεὺς βουλᾶς καὶ δάμ[ου] | |
Ἀπολλόδωρος Εὐπαλίνου. ἐστ[ρα]- | |
τάγουν Φωκῖνος Εὐάλκου, Ἀρισ[τό]- | |
5 | τιμος Μενεκράτεος, Δαμοτέλ[ης] |
Δαμέα, Θέδωρος Παγχάρεος, Πρ[ό]- | |
θυμος Ζεύξιος, Τίμων Ἀγάθων[ος]. | |
ἔδοξε βουλᾶι καὶ δάμωι· | |
ἐπειδὴ Λυκίσκος Φυσάλου Ἀλε[ῖος] | |
10 | διατελεῖ εὔνους ἐὼν τῶι δάμ[ωι] |
τῶι Μεγαρέων, δεδόχθαι τᾶι βου[λᾶι] | |
καὶ τῶι δάμωι, πρόξενον αὐτὸν [εἶ]- | |
μεγ καὶ εὐεργέταν τᾶς πόλιος [τᾶς] | |
Μεγαρέωγ, καὶ εἶμεν αὐτῶι γᾶς | |
15 | καὶ οἰκίας ἔμπασιγ καὶ προεδρί[αν] |
ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἁ πόλις [τίθη]- | |
τι· ἀγγραψάτω δὲ τὸ δόγμα τόδε ὁ [γραμ]- | |
ματεὺς τοῦ δάμου ἐν στάλαι λιθ[ίναι] | |
καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον. |