Proxeny decree for Meniskos, son of Chairestratos, of Halikarnassos. Block of blue limestone, inscribed with three decrees (I-III).
[ ] Megaris — Megara — after 307 BC — cf. SEG 28.438 (date)
1           ἐπὶ βασιλέος Πα[σι]δώρ[ου].
γραμμάτευε βουλᾶι καὶ δάμωι
Πασίων Μνασιθέου. ἐστρατάγουν
Ἀπολλόδωρος Διοδότου, Διονύσιος
5 Ἡροδώρου, Πύρρος Διοκλεί[δ]α,
Εὐπαλῖνος Μνασιθέο[υ], Π[άνις] Θοκλείδα.
            ἔδοξε βουλᾶι καὶ δάμωι·
ἐπειδὴ Μενίσκος Χ[αι]ρεστράτου Ἁλικα[ρ]-
νασσεὺς διατελεῖ εὔνους ἐὼν καὶ
10 εὐεργέτας τοῦ δάμου τοῦ Μεγαρέων,
ἀγαθᾶι τύχαι δεδόχθαι τᾶι βουλᾶι
καὶ τῶι δά[μωι π]ρόξενον εἶμεν [α]ὐτὸν
τᾶς πόλιος τᾶς Μεγαρέων, καὶ εἶμεν
αὐτῶι ἀσυλία[ν] καὶ κατὰ γᾶν καὶ κατὰ
15 [θάλ]ασσαν καὶ πολέμου καὶ εἰράνας
[ἐού]σας, καὶ προεδρίαν ἐν πᾶσι τοῖς
ἀγῶσιν οἷς ἁ πόλις τί[θ]ητι· ἀγγραψάτω
δὲ τὸ δόγμα τόδε ὁ γραμματεὺς τοῦ
δάμου ἐν στάλαι λιθίναι καὶ ἀνθέτω
20 εἰς τὸ Ὀλυμπιεῖον.
Search Help
Contact Us