Proxeny decree of Koroneia for the poet Zotion, son of Zotion, of Ephesos. Stele of dark limestone; the inscribed surface worn from later reuse.
[ ]
Boiotia — Koroneia — Pontza — ca. 150 BC — EEThess 1 (1927) 207-222
1 | [․․․․․․․ ἄρχοντος] ἔδοξε τῦς σουνέδρυς κὴ τῦ δάμυ τῶν |
[Κορωνίων· ἐπιδεὶ Ζ]ωτίων Ζωτίωνος Ἐφέσιος, τραγαϝω̣διά- | |
[ων ποειτὰς κὴ σατο]ύρων, κὴ πρότερον μὲν ἐπιδαμείσας ἐν | |
[τὰν πόλιν ἁμίων τ]ὰν ἀναστροφὰν ἐποείσατο εὐσχείμονα κὴ καθί- | |
5 | [κωσαν τῆ πόλι κὴ αὐσαυτ]ῦ, κὴ κατὰ τὸν παριόντα κηρὸν ἀκροάσις |
[ποεισάμενος τῶν πε]πραγματευμένων αὐτῦ διὰ τᾶς ποείσιος, με- | |
[μναμένος δὲ τᾶς πόλ]ιος ἁμίων κὴ τᾶς Ἀθάνας, τᾶς κατεχώσας | |
[πρὸ τῶν ἄλλων Ὀλ(ι)ο]υμπίων ἐξ ἀρχᾶς τὰν πόλιν, εὐδοκίμι· ὅπως | |
[ὦν ἁ πόλις φήνειτη] τιμίωσ[α] τὼ[ς ἀξί]ως τῶν ἀνδρῶν, δεδόχθη τῦς | |
10 | [σουνέδρυς κὴ τῦ δάμυ Κορ]ωνίων ἐπηνεῖση Ζωτίωνα Ζωτίωνος |
[Ἐφέσιον ποειτὰν ἐπί τε τ]ῆ φιλοπονίη [κὴ] τῆ λυπῆ ἀναστροφῆ· τιμᾶ- | |
[ση δὲ αὐτὸν ἀργουρίω δρα]χμῆς ἑβδομήκοντα· τὸν δὲ ταμίαν τὸν ἐπὶ | |
[— — (archon [gen.]) — — ἰόντα ἔναρ]χον παρχρεῖμ[α ἀ]πολογίξασθη πὸκ | |
[κατόπτας· κὴ εἶμεν] αὐτῦ τε κὴ ἐκγόνυ[ς π]ροξενίαν κὴ τὰ λυπὰ τί[μ]- | |
15 | [ια πάντα ὅσα περ κ]ὴ τῦς ἄλλυς προξένυς κὴ εὐεργέτης τᾶς πό- |
[λιος Κορωνίων· κὴ στεφα]νῶση αὐτὸν θαλλίνυ στεφάνυ. ἀναγράψη δὲ | |
[τόδε τὸ ψάφισμα τὼς πολεμ]άρχως ἐν τῦ ἐπιφαν[εστάτυ τ]όπυ. |