ZPE 163 (2007) 81-95
Proxeny decree of Koroneia for the poet Zotion, son of Zotion, of Ephesos. Stele of dark limestone; the inscribed surface worn from later reuse.
[ ] Boiotia — Koroneia — Pontza — ca. 150 BC — EEThess 1 (1927) 207-222
1 [․․․․․․․ ἄρχοντος] ἔδοξε τῦς σουνέδρυς κὴ τῦ δάμυ τῶν
[Κορωνίων· ἐπιδεὶ Ζ]ωτίων Ζωτίωνος Ἐφέσιος, τραγαϝω̣διά-
ν ποειτὰς κὴ σατο]ύρων, κὴ πρότερον μὲν ἐπιδαμείσας ἐν
[τὰν πόλιν ἁμίων τ]ὰν ἀναστροφὰν ἐποείσατο εὐσχείμονα κὴ καθί-
5 [κωσαν τῆ πόλι κὴ αὐσαυτ]ῦ, κὴ κατὰ τὸν παριόντα κηρὸν ἀκροάσις
[ποεισάμενος τῶν πε]πραγματευμένων αὐτῦ διὰ τᾶς ποείσιος, με-
[μναμένος δὲ τᾶς πόλ]ιος ἁμίων κὴ τᾶς Ἀθάνας, τᾶς κατεχώσας
[πρὸ τῶν ἄλλων Ὀλ(ι)ο]υμπίων ἐξ ἀρχᾶς τὰν πόλιν, εὐδοκίμι· ὅπως
[ὦν ἁ πόλις φήνειτη] τιμίωσ[α] τὼ[ς ἀξί]ως τῶν ἀνδρῶν, δεδόχθη τῦς
10 [σουνέδρυς κὴ τῦ δάμυ Κορ]ωνίων ἐπηνεῖση Ζωτίωνα Ζωτίωνος
[Ἐφέσιον ποειτὰν ἐπί τε τ]ῆ φιλοπονίη [κὴ] τῆ λυπῆ ἀναστροφῆ· τιμᾶ-
[ση δὲ αὐτὸν ἀργουρίω δρα]χμῆς ἑβδομήκοντα· τὸν δὲ ταμίαν τὸν ἐπὶ
[— — (archon [gen.]) — — ἰόντα ἔναρ]χον παρχρεῖμ[α ἀ]πολογίξασθη πὸκ
[κατόπτας· κὴ εἶμεν] αὐτῦ τε κὴ ἐκγόνυ[ς π]ροξενίαν κὴ τὰ λυπὰ τί[μ]-
15 [ια πάντα ὅσα περ κ]ὴ τῦς ἄλλυς προξένυς κὴ εὐεργέτης τᾶς πό-
[λιος Κορωνίων· κὴ στεφα]νῶση αὐτὸν θαλλίνυ στεφάνυ. ἀναγράψη δὲ
[τόδε τὸ ψάφισμα τὼς πολεμ]άρχως ἐν τῦ ἐπιφαν[εστάτυ τ]όπυ.
Search Help