Funerary epigram for Timokles, son of Asopichos. Statue base of black marble.
i.1 | οὐκ ἔστ’ οὐδὲν τέρμα βίου θνητῶν ἐπινοίαις, |
ἀλλὰ Τύχη κρείσσων ἐλπίδος ἐξεφάνη· | |
ἣ καὶ Τιμοκλέην Ἀσωπίχου ἠφάνισ’ υἱὸν | |
πρόσθε πρὶν ἐνδείξασθ’ ἔργα πρέποντα φύσει· | |
5 | ὃς Βασίλεια Διὸς καὶ ἐν Ἡρακλέους τρισ<ὶ>ν ἄθλοις |
ἵπποις νικήσας δώματ’ ἐπηγλάισεν. | |
vacat | |
ii.7 | Πολύκλειτος ἐπόεισε. |