Proxeny decree of Megara for Anchieros, son of Philon, of Boiotia. Stele of Pentelic marble with upper molding, in three joining fragments.
[ ]
Megaris — Megara — ca. 275-250 BC
molding.1 | [θ]εο[ί]. |
below.2 | ἐπὶ βασιλέος Δάμωνος, |
[ἐ]γ̣ραμμάτευε̣ βουλᾶι καὶ δάμωι | |
Ἀλεῖος Ὀλυμπίχου, | |
5 | ἐστρατάγουν Διοκλείδας Λυκίσκου, |
Θοκλῆς Θεδώρου, Ἀγάθων Τίμωνος, | |
Καλλίας Ἱ̣ππία, Πτοιόδωρος Εὐπαλίνου. | |
ἔδοξε βουλᾶι καὶ δάμωι, | |
ἐπειδὴ Ἀγχίερος Φίλωνος Βοιώτιος | |
10 | εὔνο̣υς ἐὼν διατελεῖ τῶι δάμωι τῶι |
Μεγαρέων καὶ χρείας παρέχεται | |
τᾶι πόλει καὶ κοι̣νᾶι καὶ ἰδίαι τοῖς δεο- | |
μένοις τῶμ πολ̣[ιτῶ]ν̣ ἀ̣γαθᾶι τ̣ύ̣χαι | |
δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι | |
15 | πρόξενον [εἶ]μεν αὐτὸν καὶ εὐεργέταν |
τᾶς πόλιος τᾶς̣ Μεγ[αρέ]ων καὶ εἶμεν | |
αὐτῶι καὶ ἐκγόνοις ἀτέ[λ]ειαν καὶ {ἀσ} | |
ἀσυλίαν καὶ ἐμ πολέμωι καὶ ἐν εἰράναι | |
καὶ κατὰ γᾶν καὶ κατὰ θάλασ̣σαν καὶ | |
20 | προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἁ |
πόλις τίθητι· ὁ δὲ γραμματεὺς τοῦ δάμου | |
ἀγγραψάτω τόδε τὸ δόγμα εἰς στάλαν | |
λιθίναν καὶ ἀνθέτω εἰς τὸ Ἀρταμίτιον. | |
vacat |