Decree concerning a transfer of the sanctuary of Demeter and Kore and a public subscription of women.  Pedimental stele of white marble, inscribed on both sides (SEG 43.212A-B).
[ ] Boiotia — Tanagra — late 3rd/early 2nd c. BC — REG 12 (1899) 53-115, A — D.W. Roller, Tanagran Studies I (1989) 100, 87 — L. Migeotte, Les souscriptions publiques (1992) 75, 28 (ll. 1-44)
1 Καφισίαο ἄρχοντος τῶ τρίτω, ψαφίσματα μεινὸς Θηλουθίω οὑστε-
ρομεινίη· ἐπεψάφιδδε Σιμώνδας Θιομνάστω· Τελεσίας Θαρσουμάχω
<ἔ>λεξε περὶ ἱαρῶ, προβεβωλευμένον εἶμεν αὑτῦ πὸτ τὸν δᾶμον· ἐπιδή,
μαντευομένας τᾶς πόλιος οὑπὲρ τῶ ἱαρῶ τᾶς Δάματρος κὴ τᾶς Κόρας, πό-
5 τερα κὴ αὐτῖ ἰαόντυς Ταναγρήυς καθὰ κὴ νιοῦν ἐπὶ τὸ βέλτιον ἔσσετη
ἢ μεταφερόντυς ἐν τὸν τόπον τὸν τᾶς Εὐαμερίας εἲ ἐν πόλιν, ὁ Ἀπόλ-
λων ἔχρεισε "θιὰς προϝαστίδας στεφάνυ δέκεσθη ἐπ’ ἀγαθῦ θάλλον-
τας κὴ οὗτο ποῖμεν εὐχομένως αὐτῆς τῆς θιῆς"· ὅπως ὦν κατασκευ-
ασθείη τὸ ἱαρὸν τᾶς Δάματρος ἐν πόλι ὅτι κάλλιστον ἐν τῦ τόπυ ἐν ὗ κα
10 φήνητη τῦς πολεμάρχυς κὴ τῦς σουνδίκυς κὴ τῆ ἀρχῆ τῆ ἡρεθείση·
δεδόχθη τῦ δάμυ· ἐπί κα τὸ ψάφισμα κουρωθείει, ἀρχὰν ἑλέσθη τὸν δᾶ-
μον ἐν ϝέτια τρία τρῖς ἄνδρας μὴ νιωτέρως τριάκοντα ϝετίων· τὰν
δὲ ἡρεθεῖσαν κατασκευάττη τὸ ἱαρὸν ἐν πόλι, βωλευομένως πεδὰ
τῶν πολεμάρχων κὴ τῶ ἀρχιτέκτονος· ἠ δέ κά τινος τόπος ἢ ϝυκία χρή-
15 σιμος ἴει πὸτ τὰν κατασκευὰν τῶ ἱαρῶ, τὺ πολέμαρχυ σουνκαλέσ-
σ̣αντες τὸν δᾶμον στασάνθω τιματὰς ἕνδεκα ἄνδρας κὰτ τὸν νόμον
τὸν κυνὸν Βοιωτῶν· ὅπως δὲ κὴ χρημάτων πόρος γένειτη κὴ κατασκευ-
ασθείει τὸ ἱαρὸν κὴ ὁ ναὸς ὅτι τάχιστα, ἐσσεῖμεν τῆ βηλομένη τᾶν
γουνηκῶν ἐπανγείλασθη μὴ πλῖον πέντε δραχμὰς κὴ δόμεν τῆ ἀρχῆ τῆ
20 [ἡρεθ]είση ἐν ἁμέρης ϝίκατι· τὰν δὲ ἀρχὰν λαβῶσαν οὗτα τὰ χρείματα ἀνα-
[τιθεῖμ]εν ἐν τὰν κατασκευὰν τῶ ἱαρῶ κὴ ἐν τὰν ἀγόρασσιν ὧν κα δε-
[ίη, βωλευ]ομένως πεδὰ τῶν πολεμάρχων ὅπη κα φήνειτη αὐτῦς λουσι-
[τελέστατον εἶ]μεν, κὴ ἀπολογίττασθη τὸ λᾶμμα κὴ τὸ ἅλωμα πὸτ τὼς
[κατόπτας· ἢ δ]έ κα μὴ ἐκποιίωνθι τὰ χρείματα ἐκ τᾶν ἐπανγελιάων,
25 [τὸν ταμίαν τὸν] ἐπὶ τῶν καθιαρωμένων τὸν ἠὶ ἄρχοντα διδόμεν ὁ-
[πόττων κα δ]είη χρημάτων κὴ τὸ ἅλωμα ἀπολογίττασθη πὸτ τὼ[ς]
[κατόπτας· ὅπω]ς δὲ κὴ φανερὴ ἴωνθι τὴ ἐπανγελμένη κὴ δεδωῶση
[γουνῆκες, καταλο]γίττασθη τὸ ὄνουμα κὴ ἐπιπατρόφιον κὴ ὁπόττον κα ἑ-
[κάστα ἴη δεδωῶ]σα· πρίασθη δὲ κὴ στάλαν κὴ ἀνγράψη τὰ ὀνούματα
30 [κὴ ἐπιπατρόφια τᾶν γ]ουνηκῶν κὴ ὁπόττον κα ἑκάστα δεδωῶσα ἴη κὴ ἀνθε[ῖ]-
[μεν ἐν τῦ ἱαρῦ τᾶς Δά]ματρος κὴ τᾶς Κόρας, μὴ πλῖον ἀναλίσκοντας δραχμ-
[ὰς — — — — — — — — κὴ] τὸ ἅλωμα ἀπολογίττασθη πὸτ τὼς κατόπτας· ἠ δέ κ[ά]
[τι οὑπεργένειτη] ἀργούριον ἀπὸ τᾶν ἐπανγελιάων, τὰν ἀρχὰν ἀπολ[ο]-
[γίττασθη κὴ δόμε]ν τῦ ταμίη τῦ ἐπὶ τῶν καθιαρωμένων· τὸν δὲ ταμ̣-
35 [ίαν ἀνγράψη ο]ὗτ’ ἐπ’ αὐτῶ "ἱαρὸν τᾶς Δάματρος κὴ τᾶς Κόρας"·
[— — — — — — — —]․․․․Ι̣Γ̣Λ̣ΜΙΝ̣· ἠ δέ κά τι ἐπισκευᾶς δείει τῶν ἐν
[τῦ ἱαρῦ, λαμβάνεμεν τὸν ἠὶ ταμ]ίαν ἀφ’ οὕτων τῶν χρειμάτων κὴ ἀπολογίτ-
[τασθη τὸ ἅλωμα πὸτ] τὼς κατόπτας· ἀρχὰ ἡρέθει v Τελεσίας Θαρσου-
[μάχω, — — — — — — —]ς Θιοτίμω, v Σιμώνδας Θιομνάστω· v Τελεσίας
40 [Θαρσουμάχω ἔλεξε], προβεβωλευμένον εἶμεν αὑτοῖ· ἐν ἀνγραφῆ εἶ[μ]εν
[τὸ ψάφισμα ὃ ἔλεξ]ε [ο]ὑπὲρ τᾶς κατασκευᾶς τῶ ἱαρῶ τᾶς [Δά]μα[τρος]
[κὴ τᾶς Κόρας κὴ π]άντα τὰ [ὀνούματα τᾶν] γουνηκ[ῶν] τὴ ἐδώκασαν [ἐπὶ] τὰν κα-
[τασκευὰν τῶ ἱαρῶ τᾶ]ς Δάμ[ατρος] {τ̣ᾶ̣ς̣ Δ̣} κὴ τᾶς Κόρας κὰτ τὸ ψά-
[φισμα]· Ἀνδρό[κ]λια [Ἰα]τροκλῖος {⁸5 dr.}⁸, Ἀσω[π]οδώ[ρα] Πουθί[αο(?) {⁸5 dr.}⁸],
45 [— — — — — — — — —]νος {⁸5 dr.}⁸, [Κ]λία Πα[σ]ιτίμ[ω {⁸5 dr.}⁸, — — — —] Σαμία[ο] {⁸5 dr.}⁸, Κρε-
[— —]ΣΙ[— — — — —] {⁸5 dr.}⁸, Κλία Τ[ε]λε[— — — — — — — — — — — — — — — — —]
[— — —] Δάμωνος {⁸5 dr.}⁸, Τιμασίθ[ια] Εὐβ[ώ]λ[ω {⁸5 dr.}⁸, — — — — — — {⁸5 dr.}⁸],
[— —]οφίλα Πεταγένιος {⁸5 dr.}⁸, Ἀριστοκρίτα Τιμα[— — {⁸5 dr.}⁸, — — — — —]
[— —]νία Διωνουσίω {⁸5 dr.}⁸, Μουρτὼ Νίκω[νος {⁸5 dr.}⁸, — — — — {⁸5 dr.}⁸],
50 [Τι]μαρίστα Ἀλεξάνδρω {⁸5 dr.}⁸, Ἀρισ[τό]κλια Καλ[λία]ο {⁸5 dr.}⁸, [— — — {⁸5 dr.}⁸],
[— —]ΛΑ Ἀρχελαΐδαο {⁸5 dr.}⁸, Εὐθοινία Ὀλ[ουμπ— — {⁸5 dr.}⁸, — —]ΑΜ[— — — {⁸5 dr.}⁸],
Πασιστρότα Θιοζότω {⁸5 dr.}⁸, Εὐμαρίνα Εὐμάρωνος [{⁸5 dr.}⁸, — — — — — — — {⁸5 dr.}⁸],
Θιοτίμα Πούθωνος {⁸5 dr.}⁸, Θιοτίμα Ἀρχελαΐδαο {⁸5 dr.}⁸, Καλλ[ίστ]α Θιογ[— — — — {⁸5 dr.}⁸],
Θειβαγένα Φρουνίδαο {⁸5 dr.}⁸, Φηναρέτα Καφισίαο {⁸5 dr.}⁸, Ἀρχα[— — — — — — {⁸5 dr.}⁸],
55 Πεισιστρό[τ]α Ὀλουμπιοδώρω {⁸5 dr.}⁸, Δινόκλια Τι[μ]ηνέτω {⁸5 dr.}⁸, Ἀρκα[δία — — — — — {⁸5 dr.}⁸],
Ἐπευκτὶς Θέμωνος {⁸5 dr.}⁸, Ἱαρὼ Νικοκλεῖος {⁸5 dr.}⁸, Ἀσωπ[ὶς(?) — — — — {⁸5 dr.}⁸],
Ἀριστὼ Μορούχω {⁸5 dr.}⁸, Λουσὶς Λουσίαο, {⁸5 dr.}⁸, vv Ἀμινὼ Θι[ομ]νά[στω {⁸5 dr.}⁸],
Ἀμινὼ Σκουθρίωνος {⁸5 dr.}⁸, Ἀπ[ο]λλοδώρα Λεοντ[ί]σκω {⁸5 dr.}⁸, Ξενν[ὼ] Εὐκ[λεῖ]ος {⁸5 dr.}⁸,
Πιστόκλια Θιομνάστω {⁸5 dr.}⁸, Ξεννὼ Ἕρμωνος {⁸5 dr.}⁸, Φερετίμα Ὀνασ[ίμ]ω [{⁸5 dr.}⁸],
60 Δώρα Δωροθίω {⁸5 dr.}⁸, Ὁμολωιοδώρα Ὁμολωιοδώρω {⁸5 dr.}⁸, Θιόκλια Φιλώταο {⁸5 dr.}⁸,
Ἐπιχαρὶς Δ[ιω]νουσοδώρω {⁸5 dr.}⁸, Φρούνα Ἀνδρονίκω {⁸5 dr.}⁸, vvv Ἀσωπὶς Λουσανίαο {⁸5 dr.}⁸,
Νικοστρότα Φιλλέαο v {⁸5 dr.}⁸, Θιομνάστα Πασιτίμω {⁸5 dr.}⁸, Εὐετη[ρὶ]ς Θιοδώρω {⁸5 dr.}⁸,
Σώκλεια Διωνουσοδώ[ρω] {⁸5 dr.}⁸, Πολουκρίτα Ἀλκίμω {⁸5 dr.}⁸, Ἱππολάα Χαρικλεῖος {⁸5 dr.}⁸,
Λουσὶς Ὁμολωίχω {⁸5 dr.}⁸, Στροτονί[κ]α Κορούθωνος {⁸5 dr.}⁸, Ϝαστὼ Ἁγημώνδαο {⁸5 dr.}⁸,
65 Ἰράνα Κλίωνος {⁸5 dr.}⁸, Φιλόκλια Μιξιδάμω {⁸5 dr.}⁸, Μνασαγόρα Ἀρκεσιλάω {⁸5 dr.}⁸,
Θιοδώρα Νευμεινί[χ]ω {⁸5 dr.}⁸, Τελεσσὶς Λουσίαο {⁸5 dr.}⁸, Ἀρχεστρότα Πιργῖος {⁸5 dr.}⁸,
[Ἀ]ρχεστρότα Ὀρσιμάχω {⁸5 dr.}⁸, Ἱαράρχα Δαμοκλίδαο {⁸5 dr.}⁸, Δαμοτίμα Βουκάττω {⁸5 dr.}⁸,
Καφίσα Ἐροτίω[ν]ος {⁸5 dr.}⁸, Πτωιοδώρα Τιμηνέτω {⁸5 dr.}⁸, Μνασίθια Εὐδαμίχω {⁸5 dr.}⁸,
Θιομνάστα Γλ[αύ]κω {⁸5 dr.}⁸, Πουθόκλια Νικοκλεῖος {⁸5 dr.}⁸, Μνασαγόρα Διοκλεῖος {⁸5 dr.}⁸,
70 Νικολάα Πο[υθί]αο {⁸5 dr.}⁸, Τιμοκρίτα Κλιάρχω {αρχ} {⁸5 dr.}⁸, Πουθὶς Θωρα[κί]δαο {⁸5 dr.}⁸,
Ξενοπιθὶς Ἀνθίαο {⁸5 dr.}⁸, Ἀντιγενὶς Φιλάγρω {⁸5 dr.}⁸, Ἀριστογίτα Ἀριστίαο, {⁸5 dr.}⁸,
Ὀλουμπίχα Ἀριστοκλεῖος {⁸5 dr.}⁸, Διοδώρα Διοδώρω {⁸5 dr.}⁸, Ῥόδιον Ἀσκλαπιά[δ]αο {⁸5 dr.}⁸,
[— c.7 —] Ἀρχεκλίδαο {⁸5 dr.}⁸, Καλλὶς Κα[λ]λίππω {⁸5 dr.}⁸, Ἐπιχαρὶς Τελ[ε]σίππω [{⁸5 dr.}⁸],
[— c.7 —] Ἀριστογίτω {⁸5 dr.}⁸, Ξενόκλια Βακχίω {⁸5 dr.}⁸, Ξενόκλια Φιλολάω [{⁸5 dr.}⁸],
75 [Ε]ὐξένα Εὐμειθίδαο {⁸2 dr.}⁸, Φιλοξένα Διογίτονος {⁸1 dr.}⁸, Ἰράνα Διωνουσίω {⁸2 dr.}⁸,
Ξενόκλια Δαμοθύνω {⁸2 dr.}⁸, Εὐνόστα [Κ]αλλιστρότω {⁸3 dr.}⁸, Γλαφούρα Δίωνος {⁸3 dr.}⁸.
Search Help
Contact Us