Decree concerning a grain fund of 700 drachmai established by Antigenidas. Stele of blue-gray marble.
[ ] Boiotia — Koroneia — Pontza — 3rd c. BC — AD 27 B2 (1972) 322-323 — Boeotia Antiqua III (1993) 11-23 — cf. SEG 27.54; 48.570
[— — — — — — — — — — — — — — — — — — — — —]
[ἑπ]τακτίας κὴ καθιαρῶ[σθη ἐν τ]ὸν ἅπαντα χρόν[ον],
[κ]ὴ σιτωνῖσθη τῶ ἀργουρίω οὕτω καθ’ ἕκασ[τον]
ἐνιαυτόν, κὴ παρπωλῖσθη ἐν τῦς [ἐπιό]ντεσσι χρό-
ν̣υς· ὅπως ὦν τῦς μὲν θεῦς τὴ τιμὴ γινούωνθη,
5 τῆ δὲ πόλι τὸ χρείσιμον, ἅ τε τῶ ἀνθέντος προήρε-
σ̣ις ἐπιτελίειτη· v δεδόχθη τῦ δάμυ· τὸ μὲν ἀρ-
γούριον δόμεν Ἀντιγενίδαν τῦς πολεμάρχυς
ἐμφανὲς ἐν τῦ δάμυ ἐπί κα τὸ ψάφισμα κούριον γε-
γένειτη· τὼς δὲ πολεμάρχως σιτωνῖση πρὸ τῶ
10 Παμβοιωτίω μεινός, σιτωνέοντα[ς] ἦ τέ κα φήνει-
τη πὸτ ἀργούριον, ἦ τέ κα δοκείει καταλλαξα-
μένως, σουνπαραλαμβάνοντες τὸν σάετος ἐν[ι]-
αυτὸν κὴ τὸν ἀντεθείοντα· καθὼς δέ κα ϝυκο-
νομείσωνθι ἀναγγειλάνθω τῦ δάμυ ἐν τῆς ἀρ-
15 χηρεσίης κὴ ἀπολογιττάνθω πὸκ κατόπτας
λᾶμμα κὴ ἅλωμα· ὃν δέ κα σιτωνείσωνθι σῖτον
παρμετρεισάνθω τῦς ἐπιστασόντεσσι πολεμάρ-
χυς πρὸ τᾶς τριακάδος τῶ Ἑρμαΐω μεινὸς κατὰ θε-
όν· τὺ δὲ παρμετρεισάμενυ παρπωλεόνθω ἐν τῦ
20 Ὁμολωΐυ μεινὶ ἀρξάμενυ ἀπὸ τᾶς ἑνδεκάτας ἔτ-
ταν κα διαπωλειθείει ἅπασι, πωλέοντες τᾶς ἁμέρ-
ας ἑκάστας μεὶ πλεῖον κοφινῶν τριάκοντα τιμᾶς
ἇστινός κα ὁ δᾶμος ἐπιχειροτονείσει, καθὼς κὴ τὸν
λυπὸν σῖτον τὸν δαμόσιον· ἐπὶ δέ κα διαπωλείσων-
25 θι πάντα τὸν σῖτον, ἐλλογιττάνθω μετὰ τῶν κατο-
πτάων τὸ σουναγμένον ἀπὸ τᾶς τιμᾶς· κὴ εἰ
μέν κά τι πλέον γινούειτη τᾶν ἑπτακατιάων ἀργου-
[ρ]ίω, καταβαλλόνθω τῦ ταμίη παρχρεῖμα κὴ ἔστω οὗ-
το τᾶς πόλιος κὴ οὑπαρχέτω ἐν τὰν ϝυκονομίαν· ἢ δέ̣
30 [κά τι]ς ἔνδια γινούειτη, ποτιδότω ὁ ταμίας ὁ προάρχων
[τὰν] δευτέραν πετράμεινον τῦς πολεμάρχυς τὸ ποτιδε̣-
[όμενον ἀργούριον ἅως τὰς ἑ]π̣τακατίας κὴ ἀποδόν̣-
[θω — — — — — — — — — — — — — — — — — — —]
Search Help