Decree concerning a grain fund of 700 drachmai established by Antigenidas. Stele of blue-gray marble.
[ ]
Boiotia — Koroneia — Pontza — 3rd c. BC — AD 27 B2 (1972) 322-323 — Boeotia Antiqua III (1993) 11-23 — cf. SEG 27.54; 48.570
[— — — — — — — — — — — — — — — — — — — — —] | |
[ἑπ]τακτίας κὴ καθιαρῶ[σθη ἐν τ]ὸν ἅπαντα χρόν[ον], | |
[κ]ὴ σιτωνῖσθη τῶ ἀργουρίω οὕτω καθ’ ἕκασ[τον] | |
ἐνιαυτόν, κὴ παρπωλῖσθη ἐν τῦς [ἐπιό]ντεσσι χρό- | |
ν̣υς· ὅπως ὦν τῦς μὲν θεῦς τὴ τιμὴ γινούωνθη, | |
5 | τῆ δὲ πόλι τὸ χρείσιμον, ἅ τε τῶ ἀνθέντος προήρε- |
σ̣ις ἐπιτελίειτη· v δεδόχθη τῦ δάμυ· τὸ μὲν ἀρ- | |
γούριον δόμεν Ἀντιγενίδαν τῦς πολεμάρχυς | |
ἐμφανὲς ἐν τῦ δάμυ ἐπί κα τὸ ψάφισμα κούριον γε- | |
γένειτη· τὼς δὲ πολεμάρχως σιτωνῖση πρὸ τῶ | |
10 | Παμβοιωτίω μεινός, σιτωνέοντα[ς] ἦ τέ κα φήνει- |
τη πὸτ ἀργούριον, ἦ τέ κα δοκείει καταλλαξα- | |
μένως, σουνπαραλαμβάνοντες τὸν σάετος ἐν[ι]- | |
αυτὸν κὴ τὸν ἀντεθείοντα· καθὼς δέ κα ϝυκο- | |
νομείσωνθι ἀναγγειλάνθω τῦ δάμυ ἐν τῆς ἀρ- | |
15 | χηρεσίης κὴ ἀπολογιττάνθω πὸκ κατόπτας |
λᾶμμα κὴ ἅλωμα· ὃν δέ κα σιτωνείσωνθι σῖτον | |
παρμετρεισάνθω τῦς ἐπιστασόντεσσι πολεμάρ- | |
χυς πρὸ τᾶς τριακάδος τῶ Ἑρμαΐω μεινὸς κατὰ θε- | |
όν· τὺ δὲ παρμετρεισάμενυ παρπωλεόνθω ἐν τῦ | |
20 | Ὁμολωΐυ μεινὶ ἀρξάμενυ ἀπὸ τᾶς ἑνδεκάτας ἔτ- |
ταν κα διαπωλειθείει ἅπασι, πωλέοντες τᾶς ἁμέρ- | |
ας ἑκάστας μεὶ πλεῖον κοφινῶν τριάκοντα τιμᾶς | |
ἇστινός κα ὁ δᾶμος ἐπιχειροτονείσει, καθὼς κὴ τὸν | |
λυπὸν σῖτον τὸν δαμόσιον· ἐπὶ δέ κα διαπωλείσων- | |
25 | θι πάντα τὸν σῖτον, ἐλλογιττάνθω μετὰ τῶν κατο- |
πτάων τὸ σουναγμένον ἀπὸ τᾶς τιμᾶς· κὴ εἰ | |
μέν κά τι πλέον γινούειτη τᾶν ἑπτακατιάων ἀργου- | |
[ρ]ίω, καταβαλλόνθω τῦ ταμίη παρχρεῖμα κὴ ἔστω οὗ- | |
το τᾶς πόλιος κὴ οὑπαρχέτω ἐν τὰν ϝυκονομίαν· ἢ δέ̣ | |
30 | [κά τι]ς ἔνδια γινούειτη, ποτιδότω ὁ ταμίας ὁ προάρχων |
[τὰν] δευτέραν πετράμεινον τῦς πολεμάρχυς τὸ ποτιδε̣- | |
[όμενον ἀργούριον ἅως τὰς ἑ]π̣τακατίας κὴ ἀποδόν̣- | |
[θω — — — — — — — — — — — — — — — — — — —] |