Funerary poem of Philomenes (?).  Marble pedimental stele.
[ ] Boiotia — Tanagra — early 5th c. AD — ArchEph (1937) 2, 655-667 — CR 62 (1948) 8-11 — D.W. Roller, Tanagran Studies I (1989) 116, 94
pediment.1 [Φι]λ̣[ο]μένης(?) μερόπεσσι κ(αὶ) ἐσσομένοις τάδε τεύχειν·
below.2 [ἢ]ν̣ χώρου βροτὸς ἄλλος ἄναξ μετόπισθε γένητε
  ἡμετέρης γενεῆς ἐ<κ> τηλόθεν, αἴσιμα τεύχων
  ὑμνῇ μὲν πρώτιστα θεὸν μέγαν, εἶτα κομίζῃ
5   πὰρ τέμενος ζάθεον Τριάδει πάντων μεδεούσῃ
  ἕκτῳ ἐν ἥματι δῶρα θεῷ πεφιλαμένα Χριστῷ
  ἀντὶ κασιγνήτων, παίδων δέ τε κ(αὶ) γενετήρων,
  ἀνδρῶν ἠδ’ ἀλόχων, πηῶν προπάροιθε γεγώτω(ν),
  ἄρτους δισκοφανεῖς δύο κ(αὶ) δέκα κ(αὶ) μέθυ λαρὸν
10   ἀκτῖσιν ἢ νιφάδεσσιν ἐοικότα· καὶ γὰρ ἀνάγκη
  ἐκτελέειν μεμαῶτα, νεκρῶν δ’ ἀποθύμια ῥέζει(ν).
  σήματα δ’ ἐγγὺς ἐόντα καταφθιμένων ὁράασθ(αι)
  μήποτε χειμερίαισι κατειβομένω(ν) ψεκάδεσσειν
  ὀστέα λεῦκ’ ὑπένερθεν ὀϊζύρ’ ὦσι καμόντων·
15   τῶν πέρι δειμαίνειν κ(αὶ) ὀσσόμενον μέγα πῆμα
  ἔμπεδα δώματ’ ἔχειν κ(αὶ) ἀπήμονα· τοῖς δ’ ἔπι φάος
  ἦρα φέρειν κατὰ νύκτα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
  πτωχοῖς δ’ ἐκ παρεόντος ἀφυσσάμενον βιότοιο
  ἄρκιον αὐτίκα δοῦναι· ἐπεὶ θέμις ἐστὶ κ(αὶ) αὐτοῖς.
20   δένδρεα δ’ ὑψιπέτηλα πολεύμεναι ἠδὲ φυλάσσειν,
  μηδὲ χρόνος μέλαθρον περιτελλομένοις λυκάβανσει
  χείμασιν ἀργαλέοισι δυσηχέος ὑπ’ ἀνέμοιο
  λαθριδίης ῥαθάμιγγος ἐπεσσυμένης ἀνὰ δῶμα
  λευγαλέως ἀμαθύνῃ ὑπ’ ἀμβολίαισιν ἑαῖσιν.
25   ταῦτ’ ὁσίως τελέειν κ(αὶ) εὐσεβέως βιοτεύειν.
  ἀνέρι γὰρ πινυτῷ κ(αὶ) εὔφρονι πολλὰ κ(αὶ) ἐσθλὰ
  γείνοντ’ ἐκ καμάτοιο, κλέος δέ μιν οὔποτ’ ὀλεῖτ(αι).
28   εἰ δ’ ὑπεροπλείησι̣ π̣αραπλάγξειε νόημα
  ἢ νῦν ἢ μετόπισθεν ἄναξ μεταμώνια βάζων,
30   κ(αὶ) τάδ’ ἑκὼν σφετέραισιν ἀτασθαλίαισιν ἀλύξῃ,
  μὴ βίος ἔμπεδος εἴη, ἐπ’ ἄλγει δ’ ἄλγος ἄροιτο,
  ὑσμείναις δ’ ὀλοαῖς κ(αὶ) πένθεσι τειρόμενον κῆρ
  δούλιον ἄξεται ἦμαρ ἀνειηρῇ ὑπ’ ἀνάγκῃ·
  ὁππόσα τ’ ἄλλα τέτυκτε βροτοῖς ὑπὸ δαίμονος αἴσῃ ——
35   μηδ’ ὑπὸ γαῖαν ἵκηται, ὃς οὐ θέμιν οἶδε θανόντων,
  δέκτης δ’ ἀμφὶ γένοιτο λιλαιόμενος κορέσασθ(αι)
  βρώμης ἠδὲ πότοιο, κύναις δέ τε πάντα δάσοντε
  ὀστέα κ(αὶ) σάρκας, κ(αὶ) ἀμείλιχον ἴσετ’ ὄλεθρον·
  κ(αὶ) μετὰ πότμον ἄϊστον ἀνηλεᾶ τίσιε ποινὴν
40   αὐτὸς κ(αὶ) γένος αὐτοῦ ἐπ’ ἀθανάτου βασιλῆος.
                                  𐆠
                     𐆠                  𐆠
                          ❦ ❦ ❦
Search Help