Defixio; spiral script (side A).  Round lead tablet, inscribed on both sides.
[ ] Boiotia — Prov. unkn. [Athens, Nat. Mus.] — Hellenistic period — SbBerlin (1934) 1040, 23, side A — Poikilia. Études offertes à J.-P. Vernant (1987) 202 (B. Bravo)
side A.1 ὥσπερ τύν, Θεόνναστε, ἀδύνατό[ς ἐσ]σι χειρῶν πο[δ]ῶν
σώματος πράξη τι κὴ <οἰ>κονομείση τι φιλιμενπαργινηκακα-
ιδεμεν(?), οὕτως κὴ Ζώϊλος ἀδύνατος γένο̣ιτ̣ο̣(?) Ἀνθειρὰν
βαίνιμεν, κὴ Ἀνθειρὰ τὸν αὐτὸν τ<ρ>όπον·
5 φιλ<είμ>ατα κὴ ὁ̣ρμάμ̣ατα φιλ<είμ>α̣τα ․․․․․
ἀ̣λ̣λ̣α̣λ̣ο̣φιλίαν κὴ εὐνὰν κὴ λάλεισιν κὴ φίλ[ε]ισιν
Ἀνθειρᾶς κὴ Ζωΐλω ․ηατ․ουν̣αν(?) τὰ π̣[ο]τ’ ἀλλάλως
σ̣υναλλά[γ]ματα. ὥσπερ κὴ ὁ μόλυβδος οὗτος
εντι ․․․ {²ἐνταῦθα?}² ἐσ̣τὶ χωρὶς τῶν {τῶν} ἀνθρώπων,
10 οὕτως Ζωΐλος χωρὶς γένοιτ’ Ἀνθειρᾶς. τὸ σῶμα
κὴ ἅψιν κὴ τὰ φιλείματα κὴ τὰ συνουσιάσματα
τὰ Ζοΐλου κὴ Ἀνθειρᾶς κὴ φ<ό>βον ․․․
κὴ ἀπορίαν καταγράφω κατὰ σφραγῖδα.
Search Help
Contact Us