Letter of the emperor Antoninus Pius to the city of Koroneia concerning a territorial dispute between Koroneia and Thisbe. Block of gray limestone.
[ ]
Boiotia — Koroneia — Ag. Dimitrios — 155 AD? [inscribed after 161 AD] — IG VII 2870 — Euphrosyne 11 (1981/82) 50, 11
See also:
III.1 | Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Ἀδ[ρι]ανοῦ υἱός, θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱωνός, θεοῦ Νέρουα ἔκγονος, Τί- |
τος Αἴλιος Ἁδριανὸς Ἀντων[εῖ]νος Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ιηʹ, αὐτο- | |
κράτωρ τὸ βʹ, ὕπατος τὸ δʹ, πατὴρ πατρίδος, Κορωνέων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαί- | |
ρειν· ❦ τῆς ἀποφάσεως ἣν ἐ[π]οιησάμην μεταξὺ ὑμῶν καὶ Θισβέων ἀπόγραφον ὑμεῖν ἔπεμψα, ἐ- | |
5 | πέστειλα δὲ καὶ Μεστρίῳ Ἀρισ[τ]ωνύμῳ ἀπομετρῆσαι τὰ πλέθρα Θισβεῦσιν, ἃ προσέταξεν αὐτοῖς ὁ |
θεὸς πατὴρ μου παραδοθῆ[ναι], τῆς δὲ ἔξωθεν χώρας εἴ τινα Θισβεῖς ἐπινέμοιεν πείθοντες ὑμᾶς, | |
δώσουσι μὲν νόμιον τέλ[ος, ἂν] δὲ καὶ ἀποδῶσιν ὅσον ἂν ὑπὲρ τοῦ χρονοῦ τοῦ παρελθόντος ὀφ[εί]- | |
λειν αὐτοὺς κριθῇ, δηλονό[τι] ὐμεῖς τὰ ἐνέχυρα αὐτοῖς ἀποδώσετε· ἐπρέσβευον Αἴλιος Γλύκω[ν] | |
καὶ Διονύσιος Διονυσοδώρου, [οἷς τὸ] ἐφόδιον δοθήτω, εἰ μὴ προῖκα ὑπέσχηνται· ❦ εὐτυχεῖτε ❦ |