Letter of a Roman emperor to the city of Koroneia concerning a dispute between Koroneia and Orchomenos. Block of gray marble; same stone as SEG 32.462.
[ ]
Boiotia — Koroneia — Pontza — mid 2nd c. AD [inscribed after 161 AD] — Euphrosyne 11 (1981/82) 47, 5 — cf. SEG 39.430
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]- | |
ξα αὐτὸν διδάσκετε καὶ περὶ τῶν πρὸς Ὀρχομενίους· οὐ γὰρ κατάρ- | |
ξεται τοῦ ἐκείνων ἔργου πρότερον πρὶν ἐξετάσαι μή τι ἐ- | |
πιλαβὲς ὑμεῖν γενήσεσθαι μέλλει· τὰ ἐπὶ τοῖς τέλεσιν γνωσθέντα | |
μοι, ἐὰν μὴ φυλάττωσιν Ὀρχομένιοι, ἐντύχετε | |
5 | τῶι κράτιστῳ ἀνθυπάτωι Καλπουρνίῳ Λόνγῳ κἀκεῖνος ἐπαναγκά- |
σει αὐτοὺς μηδὲν παρεγλέγειν τέλος παρὰ τὰ ἐμοὶ δόξαντα· πέ- | |
πομφα δὲ αὐτῷ καὶ τοῦ ψηφίσματος ὑμῶν ἀντίγραφον vac. ἐπρέ- | |
σβευεν Ζωΐλος Διονύμου ᾧ τὸ ἐφόδιον δοθήτω εἰ μὴ προῖκα | |
ὑπέσχηται. vac. εὐτυχεῖτε. vac. |