Letter of the emperor Hadrian to the city of Koroneia concerning the flooding of Lake Kopais. Block of gray marble; same stone as SEG 32.461.
[ ]
Boiotia — Koroneia — Pontza — 125 AD [inscribed after 161 AD] — Euphrosyne 11 (1981/82) 48, 7
| 1 | vac. ἀγαθὴ ❦ τύχη vac. |
| Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱός, θεοῦ Νέρουα υἱωνός, | |
| Τραϊανὸς Ἁδριανὸς Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας | |
| τὸ θʹ, ὕπατος τὸ γʹ, Κορωνέων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῶι | |
| 5 | δήμωι vac. ❦ χαίρειν· ❦ vac. |
| ἐκέλευσα γενέσθαι χώματα τῷ Κηφεισῷ καὶ τῇ Ἑρκύννῃ καὶ τοῖς ἄλ- | |
| λοις ποταμοῖς καθὸ ἤδη μετ’ ἀλλήλων ῥέοντες εἰς τὴν Κωπαΐδα | |
| λίμνην ἐμβάλλουσιν· καὶ γενήσεται τὴν ταχίστην ὡς κατὰ τὰς | |
| ὄχθας ῥέοντες μὴ ἐκτρέποιντο τοῦ πόρου μήδε, ὥσπερ νῦν, | |
| 10 | ἐπικλυζοῖεν τὴν πολλὴν τῆς χώρας τῆς ἐργασίμου· κατάξω |
| δὲ ὑμεῖν καὶ ὕδωρ· καὶ τὸ μὲν ἀργύριον δοθήσεται παρ’ ἐμοῦ | |
| ἕξ καὶ ἥμισυ μυριάδες ὅσου δεήσειν ἔφασκον οἱ τῶν τοιού- | |
| των ἐπιστήμονες, ὑμεῖς δὲ ἑλέσθε τοὺς ἐπιμελησομέ- | |
| νους. |