Funerary epigram for Megarians who died in the Persian Wars.  Late copy (4th cent. AD or later) of a 5th cent. BC text; corrected version with 5th cent. BC orthography (D. Page).  Limestone block.
[ ] Megaris — Megara — Palaiochori — ca. 479 BC [4th c. AD (or later) copy] — IG VII 53, corrected version — D. Page, Further Greek Epigrams (1981) 213, XVI
See also:
1 τὸ ἐπίγραμμα τῶν ἐν τῶι Περσικῶι πολέμωι ἀποθανόντων καὶ κειμένων
ἐνταῦθα ἡρώων, ἀπολόμενον δὲ τῶι χρόνωι, Ἑλλάδιος ὁ ἀρχιερεὺς ἐπιγρα-
φῆναι ἐποίησεν εἰς τιμὴν τῶν κειμένων καὶ τῆς πόλεως. Σιμωνίδης | ἐποίει.
Ἑλλάδι καὶ Μεγαρεῦσιν ἐλεύθερον ἆμαρ ἀέξειν
5 ἱέμενοι θανάτου μοῖραν ἐδεξάμεθα,
τοὶ μὲν ὑπ’ Εὐβοίαι καὶ Παλίωι, ἔνθα καλεῖται
ἁγνᾶς Ἀρτέμιδος τοξοφόρου τέμενος,
τοὶ δ’ ἐν ὄρει Μυκάλας, τοὶ δ’ ἔμπροσθεν Σαλαμῖνος
<— — — — — — — — — — — — — — — — — — —>
10 τοὶ δὲ καὶ ἐν πεδίωι Βοιωτίωι, οἵτινες ἔτλαν
χεῖρας ἐπ’ ἀνθρώπους ἱππομάχους ἱέναι.
ἀστοὶ δ’ ἄμμι τόδε <ξυνὸν> γέρας ὀμφαλῶι ἀμφίς
Νισαίων ἔπορον λαοδόκωι ’ν ἀγορᾶι.
μέχρις ἐφ’ ἡμῶν δὲ ἡ πόλις ταῦρον ἐνάγιζεν.
Search Help
Contact Us