Military convention between the cavalries of Orchomenos and Chaironeia. Cippus of white limestone with upper molding, recut at the bottom.
[ ]
Boiotia — Orchomenos (Skripou) — ca. 287-280 BC — AD 26 B1 (1971) 222-223 — BCH 102 (1978) 359-374
1 | [θιός· τούχα]ν̣ ἀγαθάν· |
[Φιλοκώμω] ἄρχοντος Βοιωτοῖς, Ἐρχομενί- | |
[οις δὲ Θιογ]νειτίδαο, ἱππαρχίοντος Τιμα- | |
[σιθίω Ἀρι]σ̣τομαχίω, ἁγιομένων Σαυκλέ̣- | |
5 | [αο ․․6․․․]ω, Ἀριστίωνος Ἑρμαίω, Πουθο- |
[δώρω ․․․]ι̣κλέαο· Χηρωνείων Εὐμείλω | |
Ε̣ὐ̣νο̣μίω· ὁμόλογα τοῖς ἱππότης τοῖς Ἐρ- | |
χομενίων κὴ Χηρωνείων ὑπὲρ τᾶν | |
στροτειιάων. τὰς μὲν προτεινὶ στρο- | |
10 | τειίας Θιογνειτίδαο ἄρχοντος Ἐρχο- |
μενίοις, Βοιωτοῖς δὲ Φιλοκώμω, ἀφι- | |
[εμ]ένας εἶμεν, ἀρχέμεν δὲ τὰς στρο- | |
[τε]ιίας τὰς ἐπὶ Θιογνειτίδαο ἄρχον- | |
[τος] Ἐρχομενίοις, Βοιωτοῖς δε Φιλο- | |
15 | [κώ]μω· στροτευθεῖμεν δὲ ἐχθόν- |
[δ]ε τᾶς Βοιωτίας πράταν τὰν Σαυκλ- | |
[έα]ο, δευτέραν τὰν Πουθοδώρω, τ- | |
[ρ]ίταν̣ τὰν Χηρωνείων Εὐμειλίαν, | |
[π]ετράταν Ἀριστίωνος, ἐν δὲ τῆ | |
20 | [Βο]ιωτίη πράταν τὰν Ἀριστίωνος, |
[δ]ευτέραν Πουθοδώρω, τρίταν | |
[Χ]ηρωνείων Εὐμείλω, πετράταν | |
[Σ]αυκλίαο· ἠ δέ κά τινες ϝίλη ϝίσα | |
[στρ]οτευθείωνθι, κλαροέτω ὁ ἵπ- | |
25 | [πα]ρχος τὰς ϝίσα ἐσστροτευμέ- |
ν̣ας ϝίλας· τιθέσθη δὲ τὰς στροτει- | |
ίας τάς τε ἐν τῆ Βοιωτίη κὴ τὰς ἐ- | |
χθόνδε τᾶς Βοιωτίας χωρὶς ἑκατέ- | |
[ρ]ας ἇς κα τὰ ἐφόδια λάβωνθι. vac. | |
30 | [Θ]ι[ο]γνειτ[ί]δαο ἄρχοντος, Τιμασιθίω ἱππαρ- |
[χίον]τος, ἐσστρότευθεν τοὶ ἱππότη ἐν τῆ | |
Βοιωτίη Σαυκλέαο ϝίλα ἐν Θειβὰς ἁμέρας ἕξ, | |
Ἀριστίωνος ἐν Θειβὰς ἁμέρας ἕνδεκα, Ε[ὐ]- | |
μείλω ἐ[ν Θ]ειβὰς ἁμέρας ἕξ, Πουθοδώρω | |
35 | [ἐν Θειβ]ὰς ἁμέρας ὀκτό, ἐν Ὠρωπὸν Σαυ- |
[κλ]έαο ἁμέρας δέκα, Εὐμείλω ἐν̣ Ὠ̣ρ̣ω̣π̣[ὸν] | |
ἁμέρας δέκα, Πουθοδώρω ἐν Ὠρ[ωπὸν] | |
ἁμέρας ὀκτό. vac. ἐχθόνδε τ[ᾶς Βοιωτίας] | |
[— — — — — Σα]υ̣κλέαο Ε̣[— — — — — —] | |
[— — — — — — — — — — — — — — — —] |