Dedicatory epigram for the Muses and Helikon.  Limestone stele with relief panel depicting a man (Helikon) rising from the earth; below the panel an engraved wreath.
[ ] Boiotia — Thespiai — Valley of the Muses — late 3rd c. BC — IG VII 4240 — Philologus 121 (1977) 173-175 (W. Peek)
above relief.1 Ε̣ὐ̣θ̣υ̣[κλ]ῆς παῖς Ἀμφικρίτου Μούσαις ἀνέθηκε
κοσμήσ̣[ας] ἔπεσιν, τῶν ἁ χάρις εἴη ἀείνως
καὶ γένεος τὸ τέλος κείνου καὶ τοὔνομα σώιζοι.
below relief.4 οὕτ̣ω̣ς ᾀ̣ν̣τω̣π̣οῖς ἀριγηρα[λ]έος βροτῶι ἶσα
5 οὐκ ἀδ[α]ῂ̣ς {²⁷ἄ<ι>δ[ρ]ις}²⁷ Ἑλικὼν Μου[σ]άων χρησμὸν ἰαχέω·
πειθομένοι[σ]ι βροτοῖς ὑποθήκαις Ἡσιόδοιο
εὐνομία χ[ώ]ρα τ’ ἔσται καρποῖσι βρύουσα.
around wreath.8 Ἡσίοδος Δίου Μούσας Ἑλικῶνά τε θεῖον | καλ(λ)ίστοις ὕμνοις [κύδην’, ὁ δ’ ἄρ’ Ἀμφικρίτοιο | παῖς κεῖνον τιμάει εὔστομο]ν̣ α̣[ἴσ]ιον ἄνδ̣ρ̣α̣.
              〚— —〛ΣΜΟΥΣΑΣΕΛΙ {²false start by stonecutter}²
Search Help