[ ] Att. — non-stoich. — c. 40/39
See also:
1 ἐπειδὴ οἱ πρυτάνεις τῆς Ο[ἰνεῖδος οἱ ἐπὶ Διοκλέους ἄρχον]-
τος ἀποφαίνουσιν τῆι βουλ[ῆι τὸν ταμίαν, ὃν εἵλοντο ἐξ ἑαυ]-
τῶν Νεικάνορα Ἀρτέμων[ος Φυλάσιον τὰς θυσίας τεθυκέναι τὰς ἐπι]-
βαλλούσας τοῖς πρυτάν[εσιν ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ δήμου καὶ]
5 ἐπιμεμελῆσθαι καλῶ[ς καὶ φιλοτίμως τῶν ἄλλων ὧν καθῆκον ἦν],
καὶ διὰ ταῦτα παρα[καλοῦσι τὴν βουλὴν ἐπιχωρῆσαι ἑαυτοῖς ποιήσασθαι αὐ]-
τοῦ γραπτῆς εἰκόν[ος ἀνάθεσιν ἐν ὅπλωι ἐπιχρύσωι ἐν]
τῶι βουλευτηρίω[ι· ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι]
ἐπαινέσαι τὸν ταμί[αν, ὃν εἵλοντο οἱ πρυτάνεις Νεικά]-
10 νορα Ἀρτέμωνος Φυ[λάσιον καὶ στεφανοῦν αὐτὸν θαλλοῦ]
στεφάνωι ὧι πάτριόν ἐ[στιν στεφανοῦν τοὺς ἀγαθοὺς τῶν ἀν]-
δρῶν, ἐπικεχωρῆσθ[αι δὲ καὶ τοῖς πρυτάνεσιν ποιή]-
σασθαι αὐτοῦ τὴν τ[ῆς εἰκόνος ἀνάθεσιν ἐν ὧι αἰτοῦνται τόπωι]
ἔχουσαν τὴν ἐπιγ[ραφὴν τήνδε· οἱ πρυτάνεις τῆς Οἰνεῖδος καὶ]
15 οἱ ἀείσιτοι οἱ ἐπὶ Διο[κλέους ἄρχοντος Νεικάνο]-
ρα Ἀρτέμωνος Φυ[λάσιον φιλοτιμίας ἕνεκα τῆς εἰ]-
ς ἑαυτοὺς ἀνέθηκ[αν. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμα]-
τέα τὸν κατὰ πρυ[τανείαν εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν]
τῶι βουλευτηρί[ωι, ἵνα τούτων συντελουμένων φαίνηται]
20 [ἡ βου]λὴ τιμῶ[σα — — — — — — — — — — — — — — — — — — —]
Search Help