| 1 | ἐπειδὴ οἱ πρυτάνεις τῆς Ο[ἰνεῖδος οἱ ἐπὶ Διοκλέους ἄρχον]- |
| τος ἀποφαίνουσιν τῆι βουλ[ῆι τὸν ταμίαν, ὃν εἵλοντο ἐξ ἑαυ]- | |
| τῶν Νεικάνορα Ἀρτέμων[ος Φυλάσιον τὰς θυσίας τεθυκέναι τὰς ἐπι]- | |
| βαλλούσας τοῖς πρυτάν[εσιν ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ δήμου καὶ] | |
| 5 | ἐπιμεμελῆσθαι καλῶ[ς καὶ φιλοτίμως τῶν ἄλλων ὧν καθῆκον ἦν], |
| καὶ διὰ ταῦτα παρα[καλοῦσι τὴν βουλὴν ἐπιχωρῆσαι ἑαυτοῖς ποιήσασθαι αὐ]- | |
| τοῦ γραπτῆς εἰκόν[ος ἀνάθεσιν ἐν ὅπλωι ἐπιχρύσωι ἐν] | |
| τῶι βουλευτηρίω[ι· ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι] | |
| ἐπαινέσαι τὸν ταμί[αν, ὃν εἵλοντο οἱ πρυτάνεις Νεικά]- | |
| 10 | νορα Ἀρτέμωνος Φυ[λάσιον καὶ στεφανοῦν αὐτὸν θαλλοῦ] |
| στεφάνωι ὧι πάτριόν ἐ[στιν στεφανοῦν τοὺς ἀγαθοὺς τῶν ἀν]- | |
| δρῶν, ἐπικεχωρῆσθ[αι δὲ καὶ τοῖς πρυτάνεσιν ποιή]- | |
| σασθαι αὐτοῦ τὴν τ[ῆς εἰκόνος ἀνάθεσιν ἐν ὧι αἰτοῦνται τόπωι] | |
| ἔχουσαν τὴν ἐπιγ[ραφὴν τήνδε· οἱ πρυτάνεις τῆς Οἰνεῖδος καὶ] | |
| 15 | οἱ ἀείσιτοι οἱ ἐπὶ Διο[κλέους ἄρχοντος Νεικάνο]- |
| ρα Ἀρτέμωνος Φυ[λάσιον φιλοτιμίας ἕνεκα τῆς εἰ]- | |
| ς ἑαυτοὺς ἀνέθηκ[αν. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμα]- | |
| τέα τὸν κατὰ πρυ[τανείαν εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν] | |
| τῶι βουλευτηρί[ωι, ἵνα τούτων συντελουμένων φαίνηται] | |
| 20 | [ἡ βου]λὴ τιμῶ[σα — — — — — — — — — — — — — — — — — — —] |
IG II²
1049