Account concerning the construction of the temple of Zeus Basileus at Lebadeia; to be associated with the group IG VII 3073-3076. Fragment of a stele of bluish gray limestone.
[ ]
Boiotia — Lebadeia — 175-172 BC — BCH 20 (1896) 318-335, col. I, ll. 47-78 — MusHelv 17 (1960) 175-184 (G. Roux)
col. I.47 | ... [ὀρθο]στατῶν ἐργασία καὶ σύνθεσις ἐν τῶι ἱε- |
[ρῶι τοῦ Διός. vac.(?) ὁ ἐργωνή]σας παρὰ τῶν ναοποιῶν εἰς τὸν σηκὸν τοῦ | |
[ναοῦ, τῆς σκληρᾶς πέτρ]ας τῶν ὀρθοστατῶν καὶ ὑποβατήρων καὶ | |
50 | [τοιχίων παρασταμάτων τ]ὴν ἐργασίαν καὶ σύνθεσιν· πλῆθος τῶν |
[λίθων τῆς σκληρᾶς πέτρ]ας ἑκατὸν ἑξήκοντα λίθοι οἱ πάντες· τῶ- | |
[ν μὲν οὖν κειμένων λίθ]ων τριάκοντα ἕξ· ἔσονται δὲ αὐτῶν ὑ- | |
[πολείποντες ὑγιεῖς ὀρ]θοστάται τῆς σκληρᾶς πέτρας ἑκατὸν | |
[εἴκοσι τέτταρες· τούτ]ων δύο μὲν πρῶτοι πρὸς τὰ παραστάμα- | |
55 | [τα τοῦ μέσου θυρέτρου τιθ]έμενοι μῆκος τετράπεδοι καὶ πέντε |
[ἡμιδακτυλίων, οἱ δὲ πρὸς] τὰ πλευριαῖα θύρετ[ρα τ]έτταρες τοῦ | |
[προδόμου, οἱ μὲν δύο μῆκ]ος ποδῶν ἕξ, οἱ δὲ δ[ύο τρί]πεδοι καὶ τρι- | |
[ῶν παλαιστῶν καὶ τριῶν(?) δ]ακτύλων· καὶ εἰς τὸ {ν} [ἡμι]κύκλιον ὀκτώ· | |
[εἰς δὲ τὸν λοιπὸν σηκὸν ἑ]κατὸν δέκα· τούτων οἱ μὲν μέγιστοι τε- | |
60 | [τράπεδοι κατὰ τὰς γωνία]ς· οἱ δὲ κατὰ τὴν περιφέρειαν καὶ το[ὺς] |
[ἄλλους τοίχους τοῦ σηκοῦ], κατὰ λόγον μεσολαβείτω [κ]α[θὼς] πάν- | |
[τας τοὺς ὑποκειμέν]ους τοὺς τῆς εὐθυντηρίας· ὕ- | |
[ψος δὲ τούτων πάντων τρ]εῖς πόδες καὶ παλαισταὶ τρεῖς καὶ [δ]άκ- | |
[τυλος, πλάτος δίπεδοι(?) καὶ] τριῶν ἡμιδακτυλίων· ἐπιτομὴν δὲ ποή- | |
65 | [σει τῶν λίθων ἑκάστου τοῦ μ]ετώπου παρὰ τὴν βάσιν καὶ τὸ ὕψος |
[πρὸς τοὺς ἁρμοὺς τῶν παρα]σταμάτων, πλάτος πενθημιδακτυλί- | |
[ων καὶ βάθος μὴ πλέον(?) δ]ακτύλου· ἐργάσεται δὲ καὶ ὑποβατῆρας | |
[δέκα, καὶ ὑποθήσει τοῖς] τοιχίοις παραστάμασιν, τοὺς μὲν ἓξ ἐν | |
[τῶι προδόμωι καὶ τοὺς τέτ]ταρας κατὰ τὸ ἡμικύκλιον μῆκος τριπέδους | |
70 | [καὶ — — — — — — — πλάτ]ος διπέδους, πάχος ἴσους τῆι εὐθυντηρί- |
[αι· καὶ τούτων τοὺς μ]ὲν οὖν ἓξ τ[οὺς] ἐν τῶι προδόμωι τοὺς τοιχ<ί>ους | |
[ἐκ πώρου ποήσει μονολίθους(?)] ὄντας· τοὺς δὲ παρὰ τὸ ἡμικύκλιον ὑπο- | |
[βατῆρας τέτταρας συντιθεὶ]ς ἐκ τριῶν πώρων ἕκαστον καὶ διακε[ίμ]ε- | |
[ν — — — — c.20 — — — —]ων ἐργαζόμενος ὡς ἂν αὐτῶι δειχθῆι | |
75 | [ὑπὸ τοῦ ἀρχιτέκτονος(?) — c.7 —] τῆς εὐθυντηρίας τῆς πρὸ τῶν ἐν |
[— — — — c.20 — — — —] πρὸς τὸ μῆκος τοῦ λίθου τοῦ γεγραμμέ- | |
[νου — — — — — — — — — — — — — — —]κον ․․․ τοὺς ὑπο- | |
[βατῆρας(?) — — — — — — — — — — — — — — — — — — —]με | |
[— — — — — — — — — — — — — — — — — — — — — — —] |