Account concerning the construction of the temple of Zeus Basileus at Lebadeia; to be associated with the group IG VII 3073-3076.  Fragment of a stele of bluish gray limestone.
[ ] Boiotia — Lebadeia — 175-172 BC — BCH 20 (1896) 318-335, col. I, ll. 47-78 — MusHelv 17 (1960) 175-184 (G. Roux)
col. I.47                                  ... [ὀρθο]στατῶν ἐργασία καὶ σύνθεσις ἐν τῶι ἱε-
[ρῶι τοῦ Διός. vac.(?) ὁ ἐργωνή]σας παρὰ τῶν ναοποιῶν εἰς τὸν σηκὸν τοῦ
[ναοῦ, τῆς σκληρᾶς πέτρ]ας τῶν ὀρθοστατῶν καὶ ὑποβατήρων καὶ
50 [τοιχίων παρασταμάτων τ]ὴν ἐργασίαν καὶ σύνθεσιν· πλῆθος τῶν
[λίθων τῆς σκληρᾶς πέτρ]ας ἑκατὸν ἑξήκοντα λίθοι οἱ πάντες· τῶ-
[ν μὲν οὖν κειμένων λίθ]ων τριάκοντα ἕξ· ἔσονται δὲ αὐτῶν ὑ-
[πολείποντες ὑγιεῖς ὀρ]θοστάται τῆς σκληρᾶς πέτρας ἑκατὸν
[εἴκοσι τέτταρες· τούτ]ων δύο μὲν πρῶτοι πρὸς τὰ παραστάμα-
55 [τα τοῦ μέσου θυρέτρου τιθ]έμενοι μῆκος τετράπεδοι καὶ πέντε
[ἡμιδακτυλίων, οἱ δὲ πρὸς] τὰ πλευριαῖα θύρετ[ρα τ]έτταρες τοῦ
[προδόμου, οἱ μὲν δύο μῆκ]ος ποδῶν ἕξ, οἱ δὲ δ[ύο τρί]πεδοι καὶ τρι-
[ῶν παλαιστῶν καὶ τριῶν(?) δ]ακτύλων· καὶ εἰς τὸ {ν} [ἡμι]κύκλιον ὀκτώ·
[εἰς δὲ τὸν λοιπὸν σηκὸν ἑ]κατὸν δέκα· τούτων οἱ μὲν μέγιστοι τε-
60 [τράπεδοι κατὰ τὰς γωνία]ς· οἱ δὲ κατὰ τὴν περιφέρειαν καὶ το[ὺς]
[ἄλλους τοίχους τοῦ σηκοῦ], κατὰ λόγον μεσολαβείτω [κ]α[θὼς] πάν-
[τας τοὺς ὑποκειμέν]ους τοὺς τῆς εὐθυντηρίας· ὕ-
[ψος δὲ τούτων πάντων τρ]εῖς πόδες καὶ παλαισταὶ τρεῖς καὶ [δ]άκ-
[τυλος, πλάτος δίπεδοι(?) καὶ] τριῶν ἡμιδακτυλίων· ἐπιτομὴν δὲ ποή-
65 [σει τῶν λίθων ἑκάστου τοῦ μ]ετώπου παρὰ τὴν βάσιν καὶ τὸ ὕψος
[πρὸς τοὺς ἁρμοὺς τῶν παρα]σταμάτων, πλάτος πενθημιδακτυλί-
[ων καὶ βάθος μὴ πλέον(?) δ]ακτύλου· ἐργάσεται δὲ καὶ ὑποβατῆρας
[δέκα, καὶ ὑποθήσει τοῖς] τοιχίοις παραστάμασιν, τοὺς μὲν ἓξ ἐν
[τῶι προδόμωι καὶ τοὺς τέτ]ταρας κατὰ τὸ ἡμικύκλιον μῆκος τριπέδους
70 [καὶ — — — — — — — πλάτ]ος διπέδους, πάχος ἴσους τῆι εὐθυντηρί-
[αι· καὶ τούτων τοὺς μ]ὲν οὖν ἓξ τ[οὺς] ἐν τῶι προδόμωι τοὺς τοιχ<ί>ους
[ἐκ πώρου ποήσει μονολίθους(?)] ὄντας· τοὺς δὲ παρὰ τὸ ἡμικύκλιον ὑπο-
[βατῆρας τέτταρας συντιθεὶ]ς ἐκ τριῶν πώρων ἕκαστον καὶ διακε[ίμ]ε-
[ν — — — — c.20 — — — —]ων ἐργαζόμενος ὡς ἂν αὐτῶι δειχθῆι
75 [ὑπὸ τοῦ ἀρχιτέκτονος(?) — c.7 —] τῆς εὐθυντηρίας τῆς πρὸ τῶν ἐν
[— — — — c.20 — — — —] πρὸς τὸ μῆκος τοῦ λίθου τοῦ γεγραμμέ-
[νου — — — — — — — — — — — — — — —]κον ․․․ τοὺς ὑπο-
[βατῆρας(?) — — — — — — — — — — — — — — — — — — —]με
[— — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us