Honorific decree for Kapon, son of Brochas, of Thisbe. White marble stele with upper molding, broken at the bottom and on the upper left corner.
[ ]
Boiotia — Chorsiai (Kastron Khostion) — early 2nd c. BC — IG VII 2383 — RPh 39 (1965) 256, II (P. Roesch) — cf. SEG 49.513
See also:
1 | [Καλ]λιξένω ἄρχοντος. |
[— — — — —]κ[λ]εῖος ἔλεξε· ἐπιδεὶ Κάπων Βρόχαο | |
[Θισβεὺς εὔν]οος ἐὼν [διατ]ελῆ τῆ πόλι Χορσιείων | |
[ἐν παντὶ κ]ηρῦ, κὴ [σ]πανοσ̣ιτίας γενομένας περὶ | |
5 | [τὰν χώρ]α̣ν, κὴ τᾶν πολίων πασ[ά]ων ἀπεψαφισμέ- |
[νων τ]ὰν τῶ [σ]ίτω [ἀπο]στ̣[ο]λάν, προέχρεισε τῆ πό- | |
[λι πο]υρῶν κοφίνως διακατίω[ς κ]ὴ κατέστασε | |
[τὸν] σ̣ῖτον τῆ πόλι· [κὴ] οὕ[σ]τερ[ον] δίκας ἐώσας τῆ πό- | |
[λι] ἁμέων [κ]ὰτ τὸ σού[μ]βο[λ]ον τὸ πὸτ α[ὐτ]ώς, βειλόμε- | |
10 | [ν]ος ἐκ παντὸς τρό[πω] ἀποδί[κ]νουσθη τὰν εὔνυ- |
αν κὴ ἥρεσιν ἃν ἔχ[ι π]οτὶ Χορσιείας, οὐκ ἐόντων | |
χρειμάτων ἐν τ̣[ῦ] κ[υ]ν[ῦ], προέ̣[χρ]ε̣ισε [τ]ῆ πόλι χρεί- | |
ματα οὐκ ὀλίγα, κὴ δανίω μεγάλω γενομένω, | |
κὴ τῶν πολιτά[ω]ν πιθόντων αὐτόν, ἀφεῖκε τὰν | |
15 | πόλιν δραχμὰς πεντακατίας· ἔτι δὲ κὴ τῶν ἰ[δ]ι- |
ωτάων τῦς κ[α] χρείαν ἐχόντυς εὐχ[ρ]ειστέων | |
διατελῆ ἐν παντὶ κηρῦ· ὅπως ὦν κὴ ἁ πόλις φή- | |
νειτη εὐ[χ]άριστος ἐῶσα κὴ τιμεῶσα καθόλου | |
[κ]ὰτ ἀξίαν [τ]ὼς ἀγαθόν τι ποιέ[ο]ντας αὑτάν, δ[ε]- | |
20 | [δό]χθη τῦ δάμυ πρόξενόν τε εἶμεν κὴ εὐεργέ- |
[τ]α τᾶς πόλιος Χο[ρσιεί]ω̣[ν αὐτὸν κὴ] ἐ̣κ̣γ̣[όν]ως, | |
[κὴ εἶμεν αὐτῦς — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — —] |