Financial settlement between the cities of Thisbe and Chorsiai.
Orthostate of local grayish white limestone; inscription on the
right narrow face.
[ ]
Boiotia — Thisbe — 3rd c. BC — AD 8 (1923) 182, 1 — SEG 3.342; cf. 25.513 — RPh 39 (1965) 252, I
1 | [θεο]ῖς. |
ὁμόλο[γον τῆ πό]λι Θισβείων πὸτ τὰν πόλιν | |
Χορσιείω[ν ο]ὑπὲρ ὧν ἀξίωσε ἁ πόλις Χορσιε[ίων] | |
τὰμ πόλιν Θισβείων περὶ τῶν χρειμάτ[ων, τὰ] | |
5 | ὦφλε ἁ πόλις Χορσιείων τῆ πόλι Θισβε[ίων, δρα]- |
χμάων μουριάων χειλιάων πεντακατ[ιάων] | |
τριάκοντα ὀκτὸ πέντε ὀβολῶν, κὴ ὃ ἐπίθωσ[ε ποτ]- | |
θέσθη τῶν χρόνων, τρεισχειλιάων ἑξακα̣[τιάων] | |
πεντείκοντα δύ’ ὀβολῶν, ὥστε ὁμολόγοι π̣[ιθο]- | |
10 | μέναν ἀποδιδόμεν οὗτα τὰ χρείματα [τὰμ πό]- |
λιν Χορσιείων τῆ πόλι Θισβείων διὰ ἕνδεκα ἐ[τέ]- | |
ων, τὸ ἐπιβάλλον τῶ ἐνιαυτῶ ἑκάστω δραχμ[ὰς] | |
χειλίας τριακατίας ὀγδοείκοντα πέντ’ ὀβ[ολώς· κὴ] | |
τὰμ μὲν πόλιν Χορσιείων καταβαλλέμεν [τῆ πό]- | |
15 | λι Θισβείων τὰν ἐπαβολὰν κατ’ ἐνιαυτὸν ἕκ[αστον], |
καθ’ ἃ αὐτὰ ἀξίωσε, ἐπὶ χ’ ὁ ταμίας τὰς ἀπ[ολογί]- | |
ας ἄγει ὁ ἐν Θίσβης, τῶ Δαματρίω μεινός, πα[ρεόν]- | |
των τῶν πολεμάρχων κὴ τῶν κατοπτάων πε̣[δὰ τᾶς] | |
[π]λείθας· ἀρχέμεν δὲ τῶ χρόνω τὰς καταβολ[ᾶς] | |
20 | [τ]ὸν ἐνιαυτὸν τὸν ἐπὶ Ἐμπεδιώνδαο ἄρ[χον]- |
τος Βοιωτοῖς. ἁ δὲ πόλις Θισβείων ἰαέτω τὰν [πό]- | |
λιν Χορσιείων καρπίδδεσθη τὰν χώραν εἴ κ̣[α κατα]- | |
βάλλει τὰς καταβολὰς τὰς ἐν τοῖ ὁμολ[όγοι γεγραμ]- | |
μένας ἐν τοῖς χρόνοις τοῖς γεγραμμ[ένοις, κὴ μεὶ] | |
25 | ἐπικωλυέτω κὰτ τὰν οὑπεραμερίαν. ἐπ[ὶ δέ κα οἰ]- |
κονομείσει ἁ πόλις Χορσιείων τῆ πόλι Θι[σβείων] | |
τὰ χρείματα οὗτα τὰ ἐν τοῖ ὁμολόγοι γ[εγραμμένα], | |
ἐσλιανάτω ἁ πόλις Θισβείων τὰν οὑπ[ε]ρ[αμε]- | |
ρίαν τὰν κὰτ τᾶς πόλιος Χορσιείων· [εἰ δέ κα] | |
30 | μεὶ ἐσλιήνει τὰν οὑπεραμερίαν κα̣[ταβε]- |
βλειώσας τ[ᾶ]ς πόλιος Χορσιείων τὰ [χρείμα]- | |
τα κὰτ τὰ γεγραμμένα, ἅ τε οὑπεραμ[ερία] | |
ἄκουρος ἔστω κὴ ἀποπισάτω ἁ πόλις [Θισβείων] | |
τῆ πόλι Χορσιείων διπλάσια τὰ χρεί[ματα]. |