[ ] Att. — non-stoich. — 52/1 a.
1 ἀγαθῆι τύχῃ τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων· ἐπὶ Λυ-
σάνδρου τοῦ Ἀπολήξιδος ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδος
δωδεκάτης πρυτανείας, ᾗ Γάϊος Γαΐου Ἁλαιεὺς ἐγραμμά-
τευεν· Σκιροφοριῶνος ὀγδόηι μετ’ ἱκάδας, τρίτηι καὶ εἰκοστῇ
5 τῆς πρυτανείας· βουλὴ ἐν βουλευτηρίωι· τῶν προέδρων
ἐπεψήφιζεν Θεάνγελος Θεανγέλου Αἰθαλίδης καὶ συν-
πρόεδροι· ἔδοξεν τῇ βουλῇ· Μενίσκος Φιλοκλέους Κολωι-
νῆθεν εἶπεν· v ἐπειδὴ πρόσοδον ποιησάμενος πρὸς τὴν
βουλὴν ὁ εἰληχὼς ἱερεὺς Ἀσκληπιοῦ καὶ Ὑγείας εἰς τὸν με-
10 τὰ Λύσανδρον ἄρχοντα ἐνιαυτὸν Διοκλῆς Διοκλέους Κηφι-
σιεὺς νεώτερος ἐνφανίζει τὰ θυρώματα διεφθάρθαι τῆς πρό-
τερον οὔσης εἰς τὸ ἱερὸν εἰσόδου, ὁμοίως δὲ καὶ τὴ̣ν ὀπίσω
τοῦ προπύλου στέγην, ἔτι δὲ καὶ τὸν ναὸν τοῦ ἀρχαίου 〚ου〛 ἀφι-
DRU/MATOS TOU= TE *)ASKLHPIOU= KAI\ TH=S *(UGIEI/AS KAI\ DIA\ TOU=TO PARA-
15 καλεῖ τὴν βουλὴν ἐπιχωρῆσαι ἑατῶι κατασκευάσαντι ἐκ τῶν
ἰδίων θυρῶσαι τὸ ἀρχαῖον πρόπυλον, στεγάσαι δὲ καὶ τοῦ
προπύλου τὸ ὀπίσωι μέρος καὶ τὸν ναὸν τὸν ἀπέναντι τῆ[ς]
εἰσόδου χάριν τοῦ τὴν ἀρχαίαν ἀποδοθῆναι τῶι ἱερῷ τάξιν· vv ἀγαθῇ
τύχῃ δεδόχθαι τῇ βουλῆι ἐπικεχωρῆσθαι Διοκλῆι Διοκλέους Κηφι-
20 σιεῖ νεωτέρωι ποιήσασθαι τὴν ἀνάθεσιν τῶν θυρωμάτων
καὶ στεγάσαι τοῦ προπύλου τὸ ὀπίσωι μέρος, κατασκευάσα[ι]
δὲ καὶ τὸν ἀρχαῖον <ναὸν> καθάπερ παρακαλεῖ καὶ ποιήσασθαι τὴν ἐπ[ι]-
γραφὴν ἐπὶ μὲν τῶν θυρῶν καὶ τῆς στέγης τήνδε· vv Διοκλῆ[ς]
Διοκλέους Κηφισιεὺς νεώτερος ἱερεὺς γενόμενος ἐν τῶι ἐ-
25 πὶ Λυσιάδου ἄρχοντος ἐνιαυτῶι τὰ θυρώματα καὶ τὴν ὀπίσωι
τοῦ προπύλου στέγην Ἀσκληπιῶι καὶ Ὑγιείᾳ καὶ τῶι δήμωι
ἀνέθηκεν· ἐπὶ δὲ τοῦ ναοῦ ὁμοίως· Διοκλῆς Διοκλέους Κη-
φισιεὺς νεώιτερος ἱερεὺς γενόμενος ἐν τῶι ἐπὶ Λυσιάδου
ἄρχοντος ἐνιαυτῶι τὸν ναὸν κατασκευάσας ἐκ τῶν ἰδί-
30 ων Ἀσκληπιῶι καὶ Ὑγιείᾳ καὶ τῶι <δήμωι> ἀνέθηκεν· ἵνα τούτων συν-
τελουμένων εὐσεβῶς μὲ̣ν̣ ἡ βουλὴι {²⁶βουλὴ}²⁶ τὰ πρὸς τὸ θεῖον ἔχη[ι],
γίνωνται δὲ καί ἕτεροι ζηλωιταὶ τῶν ὁμοίων.
Search Help