[ ] Arkadia — Lykosoura — late 2nd/3rd c. AD
1                    οἱ Ἀχαιοὶ
     Σάωνα Πολυχάρμου καὶ Σακλέας Μεγαλοπολείτην
τὸν ἱεροφάντην τῶν Μεγάλων θεῶν διὰ σωφροσύνην καὶ τὴν ἄλλην ἀρετήν.
                        ψήφισμα Ἀχαιῶν·
5 ἐστρατήγει τῶν Ἀχαιῶν Κλαύδιος Τείμανδρος· ἃ ἔδοξε τοῖς Ἀχαιοῖς· Πομπήϊος
Ἀπελλᾶς εἶπεν· ἐπειδὴ Σάων Πολυχάρμου Μεγαλοπολείτης ἔνανχος τετελεύ-
τηκεν, ἀνὴρ καὶ διὰ γένος καὶ διὰ τὴν τοῦ βίου προαίρεσιν οὐ μόνον ἐπὶ τῆς αὐτο[ῦ] πατρίδος
ἐν τοῖς πρώτοις, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπίσημος, γεγονὼς μὲν ἀπὸ τῶν πρώτως τὴν τελετὴν
τῶν Μεγάλων θεῶν παρὰ τοῖς Ἀρκάσι συστησαμένων ἱεροφαντῶν, παῖς δὲ Πολυχάρμου καὶ Σα-
10 κλέας, οἳ καὶ σωφροσύνῃ καὶ τῇ περὶ τοὺς θεοὺς θρησκείᾳ καὶ σεμνότητι διαφέροντες
ἔτι νῦν εἰσιν, ῥώμῃ δὲ καὶ κάλλει σώματος ἐπ’ ἄκρον ἐληλακὼς ἀπό τε χρημάτων καὶ τὴν <πατρίδα>
πολλὰ πολλάκις εὖ πεποηκὼς καὶ τοὺς ἐνδοξοτάτους τῶν Ἑλλήνων, ἐν ὑποδοχαῖς καὶ
συνόλως ταῖς κατὰ ψυχὴν ἀρεταῖς οὐθενὸς τῶν πολειτῶν· δι’ ἃ πάντα δεδόχθαι τοῖς
Ἀχαιοῖς παραμυθήσασθαι μὲν τοὺς γονῆς αὐτοῦ, τετειμῆσθαι δὲ τὸν κατοιχόμενον
15 ἥρωα τειμαῖς ταῖς ἀρίσταις, ἀναστῆσαι δὲ καὶ εἰκόνας αὐτοῦ χαλκέας ἐν τοῖς κοινοῖς
τῆς Ἑλλάδος πανηγυριστηρίοις, Ὀλυμπίασι καὶ Ἰσθμοῖ καὶ Νεμέᾳ, καὶ ἐν τῇ πατρίδι, ἐχού-
σας ἐπιγραφήν· Σάωνα Πολυχάρμου καὶ Σακλέας Μεγαλοπολείτην οἱ Ἀχαι-
οὶ τὸν ἱεροφάντην τῶν Μεγάλων θεῶν διὰ σωφροσύνην καὶ τὴν ἄλλην
ἀρετήν, ὅ[π]ως ὅ τε μετηλλαχὼς κατ’ ἀξίαν πεποημένος φαίνηται v οἵ τε
20 ἄλλοι πάντες Ἕλληνες διὰ τὴν τῶν Ἀχαιῶν περὶ τοὺς καλοὺς καὶ ἀγα-
θοὺς ἐπιμέλειαν προθύμως ἐπὶ τὸν κατ’ ἀρετὴν βίον τρέπωνται.
            τὸ ἀνάλωμα ἰς τὸν ἀνδριάντα
            παρέσχεν ἡ γυνὴ αὐτοῦ Ἀριστό-
                κλεια Σάωνος.
Search Help