[ ]
Arkadia — Lykosoura — 42 AD — cf. Addenda p.146
1 | ἐπὶ ἱερέος τᾶς Δεσποίνας τὸ βʹ |
Νικασίππου τοῦ Φιλίππου καὶ ἐπιμε- | |
λητᾶν Δαμύλλου τοῦ Ζευξία, Δαμο- | |
κράτεος τοῦ Κλίτορος, ἔτους λ καὶ β | |
5 | κατὰ τὸν Σεβαστόν· v τιμαὶ αἱ δοθεῖσαι |
Νικασίππωι Φιλίππου καὶ Τιμασιστρά- | |
ται Ὀνασικράτεος v τᾶι γυναικὶ αὐτοῦ. | |
ἐπεὶ Νικάσιππος Φιλίππου ἀνὴρ ἀγαθὸς ὢν καὶ | |
ἀπὸ προγόνων καλῶν καὶ ἐνδόξων καὶ πεποιηκότων | |
10 | τᾶι τε πόλει τῶν Λυκουρασίων καὶ τοῖς θεοῖς τὰ δίκαια ἔν τε |
συνδικίαις καὶ ἱερατείαις καὶ τέκνων Κορειτήαις καὶ ἐν ταῖς λοι- | |
παῖς δαπάναις πάσαις ἐκτενῶς καὶ μεγαλοψύχως, ἐπεδέξατο | |
δὲ καὶ τὰν ἱερατείαν Νικάσιππος τᾶς Δεσποίνας ὄντος Ὀλυμ- | |
πικοῦ ἐνιαυτοῦ μηδενὸς θέλοντος προσελθεῖν, τῶν τε χρημά- | |
15 | των μὴ πεσόντων τοῖς μυστηρίοις, ἀπέδωκεν ἐκ τοῦ ἰδίου βί- |
ου τῶι φίσκωι, τόν τε ἐχόμενον ἐνιαυτὸν ἀφορίας καρπῶν γε- | |
νομένας, θελόντων τῶν Λυκουρασίων, ἐπεδέξατο τὰν ἱερα- | |
τείαν μετὰ Τιμασιστράτας τᾶς γυναικός, πρὸ πλείονος ἁ- | |
γησάμενος τὰν χάριν τῶν Λυκουρασίων τᾶς τοῦ βίου δαπά- | |
20 | νας, ἔν τε τοῖς λοιποῖς ἀναστρέφεται πρός τε θεοὺς καὶ πάν- |
τας ἀνθρώπους ὁσίως καὶ δικαίως· ἐφ’ οἷς καὶ πᾶσι ἔδοξε τᾶι | |
πόλει τῶν Λυκουρασίων αὐτοῦ τε καὶ Τιμασιστράτας τᾶς γυ- | |
ναικὸς αὐτοῦ εἰκόνας ἐν τῶι ἱερῶι γραπτὰς ἀναθεῖναι ἐπι- | |
γραφὰν ἐχούσας· "ἁ πόλις ἁ τῶν Λυκουρασίων Νικάσιππον Φι- | |
25 | λίππου καὶ Τιμασιστράταν Ὀνασικράτεος ἀρετᾶς ἕνεκεν"· |
παρακαλεῖν δὲ αὐτοὺς καὶ εἰς τὰ μετὰ τοῦτα μέν<ον>τας ἐπὶ τᾶς | |
αὐτᾶς ὑποστάσιος ἀεί τινος ἀγαθοῦ παραιτίους γείνεσθαι | |
τοῖς τε θεοῖς καὶ τᾶι πόλει τῶν Λυκουρασίων, γεινώσκον- | |
τας ὅτι καὶ ἁ πόλις εὐχάριστος οὖσα οὐδέποτε μὴ λειφθῇ ἐν χάρι- | |
30 | τος ἀποδόσει· ἀνενενκάτωσαν δὲ οἱ ἐπιμεληταὶ τὸ ψάφισ- |
μα τὸ γραφὲν εἰς τὸ γραμματοφυλάκιον τὸ ἐν Μεγάλαι | |
πόλει, ἀναγραψάτωσαν δὲ καὶ ἐστάλαν λιθίναν | |
καὶ ἀναθέτωσαν εἰς τὸ ἱερὸν τᾶς Δεσποίνας, ὅπως | |
ἦι πᾶσιν ἀνθρώποις γνωστὰ ἅ τε τῶν ἀγαθῶν ἀν%⁸⁰- | |
35 | δρῶν εὐεργ<εσ>ία v ἅ τε τᾶς πόλιος εἰς τοὺς v |
ἀξίους εὐχαριστία. |