[ ] Arkadia — Lykosoura — 42 AD — cf. Addenda p.146
1 ἐπὶ ἱερέος τᾶς Δεσποίνας τὸ βʹ
 Νικασίππου τοῦ Φιλίππου καὶ ἐπιμε-
 λητᾶν Δαμύλλου τοῦ Ζευξία, Δαμο-
 κράτεος τοῦ Κλίτορος, ἔτους λ καὶ β
5  κατὰ τὸν Σεβαστόν· v τιμαὶ αἱ δοθεῖσαι
 Νικασίππωι Φιλίππου καὶ Τιμασιστρά-
 ται Ὀνασικράτεος v τᾶι γυναικὶ αὐτοῦ.
ἐπεὶ Νικάσιππος Φιλίππου ἀνὴρ ἀγαθὸς ὢν καὶ
 ἀπὸ προγόνων καλῶν καὶ ἐνδόξων καὶ πεποιηκότων
10  τᾶι τε πόλει τῶν Λυκουρασίων καὶ τοῖς θεοῖς τὰ δίκαια ἔν τε
 συνδικίαις καὶ ἱερατείαις καὶ τέκνων Κορειτήαις καὶ ἐν ταῖς λοι-
 παῖς δαπάναις πάσαις ἐκτενῶς καὶ μεγαλοψύχως, ἐπεδέξατο
 δὲ καὶ τὰν ἱερατείαν Νικάσιππος τᾶς Δεσποίνας ὄντος Ὀλυμ-
 πικοῦ ἐνιαυτοῦ μηδενὸς θέλοντος προσελθεῖν, τῶν τε χρημά-
15  των μὴ πεσόντων τοῖς μυστηρίοις, ἀπέδωκεν ἐκ τοῦ ἰδίου βί-
 ου τῶι φίσκωι, τόν τε ἐχόμενον ἐνιαυτὸν ἀφορίας καρπῶν γε-
 νομένας, θελόντων τῶν Λυκουρασίων, ἐπεδέξατο τὰν ἱερα-
 τείαν μετὰ Τιμασιστράτας τᾶς γυναικός, πρὸ πλείονος ἁ-
 γησάμενος τὰν χάριν τῶν Λυκουρασίων τᾶς τοῦ βίου δαπά-
20  νας, ἔν τε τοῖς λοιποῖς ἀναστρέφεται πρός τε θεοὺς καὶ πάν-
 τας ἀνθρώπους ὁσίως καὶ δικαίως· ἐφ’ οἷς καὶ πᾶσι ἔδοξε τᾶι
 πόλει τῶν Λυκουρασίων αὐτοῦ τε καὶ Τιμασιστράτας τᾶς γυ-
 ναικὸς αὐτοῦ εἰκόνας ἐν τῶι ἱερῶι γραπτὰς ἀναθεῖναι ἐπι-
 γραφὰν ἐχούσας· "ἁ πόλις ἁ τῶν Λυκουρασίων Νικάσιππον Φι-
25  λίππου καὶ Τιμασιστράταν Ὀνασικράτεος ἀρετᾶς ἕνεκεν"·
 παρακαλεῖν δὲ αὐτοὺς καὶ εἰς τὰ μετὰ τοῦτα μέν<ον>τας ἐπὶ τᾶς
 αὐτᾶς ὑποστάσιος ἀεί τινος ἀγαθοῦ παραιτίους γείνεσθαι
 τοῖς τε θεοῖς καὶ τᾶι πόλει τῶν Λυκουρασίων, γεινώσκον-
 τας ὅτι καὶ ἁ πόλις εὐχάριστος οὖσα οὐδέποτε μὴ λειφθῇ ἐν χάρι-
30  τος ἀποδόσει· ἀνενενκάτωσαν δὲ οἱ ἐπιμεληταὶ τὸ ψάφισ-
 μα τὸ γραφὲν εἰς τὸ γραμματοφυλάκιον τὸ ἐν Μεγάλαι
 πόλει, ἀναγραψάτωσαν δὲ καὶ ἐστάλαν λιθίναν
 καὶ ἀναθέτωσαν εἰς τὸ ἱερὸν τᾶς Δεσποίνας, ὅπως
 ἦι πᾶσιν ἀνθρώποις γνωστὰ ἅ τε τῶν ἀγαθῶν ἀν%⁸⁰-
35  δρῶν εὐεργ<εσ>ία v ἅ τε τᾶς πόλιος εἰς τοὺς v
 ἀξίους εὐχαριστία.
Search Help
Contact Us