[ ]
Arkadia — Lykosoura — 42 AD — cf. Addenda p.146
| 1 | ἐπὶ ἱερέος τᾶς Δεσποίνας τὸ βʹ |
| Νικασίππου τοῦ Φιλίππου καὶ ἐπιμε- | |
| λητᾶν Δαμύλλου τοῦ Ζευξία, Δαμο- | |
| κράτεος τοῦ Κλίτορος, ἔτους λ καὶ β | |
| 5 | κατὰ τὸν Σεβαστόν· v τιμαὶ αἱ δοθεῖσαι |
| Νικασίππωι Φιλίππου καὶ Τιμασιστρά- | |
| ται Ὀνασικράτεος v τᾶι γυναικὶ αὐτοῦ. | |
| ἐπεὶ Νικάσιππος Φιλίππου ἀνὴρ ἀγαθὸς ὢν καὶ | |
| ἀπὸ προγόνων καλῶν καὶ ἐνδόξων καὶ πεποιηκότων | |
| 10 | τᾶι τε πόλει τῶν Λυκουρασίων καὶ τοῖς θεοῖς τὰ δίκαια ἔν τε |
| συνδικίαις καὶ ἱερατείαις καὶ τέκνων Κορειτήαις καὶ ἐν ταῖς λοι- | |
| παῖς δαπάναις πάσαις ἐκτενῶς καὶ μεγαλοψύχως, ἐπεδέξατο | |
| δὲ καὶ τὰν ἱερατείαν Νικάσιππος τᾶς Δεσποίνας ὄντος Ὀλυμ- | |
| πικοῦ ἐνιαυτοῦ μηδενὸς θέλοντος προσελθεῖν, τῶν τε χρημά- | |
| 15 | των μὴ πεσόντων τοῖς μυστηρίοις, ἀπέδωκεν ἐκ τοῦ ἰδίου βί- |
| ου τῶι φίσκωι, τόν τε ἐχόμενον ἐνιαυτὸν ἀφορίας καρπῶν γε- | |
| νομένας, θελόντων τῶν Λυκουρασίων, ἐπεδέξατο τὰν ἱερα- | |
| τείαν μετὰ Τιμασιστράτας τᾶς γυναικός, πρὸ πλείονος ἁ- | |
| γησάμενος τὰν χάριν τῶν Λυκουρασίων τᾶς τοῦ βίου δαπά- | |
| 20 | νας, ἔν τε τοῖς λοιποῖς ἀναστρέφεται πρός τε θεοὺς καὶ πάν- |
| τας ἀνθρώπους ὁσίως καὶ δικαίως· ἐφ’ οἷς καὶ πᾶσι ἔδοξε τᾶι | |
| πόλει τῶν Λυκουρασίων αὐτοῦ τε καὶ Τιμασιστράτας τᾶς γυ- | |
| ναικὸς αὐτοῦ εἰκόνας ἐν τῶι ἱερῶι γραπτὰς ἀναθεῖναι ἐπι- | |
| γραφὰν ἐχούσας· "ἁ πόλις ἁ τῶν Λυκουρασίων Νικάσιππον Φι- | |
| 25 | λίππου καὶ Τιμασιστράταν Ὀνασικράτεος ἀρετᾶς ἕνεκεν"· |
| παρακαλεῖν δὲ αὐτοὺς καὶ εἰς τὰ μετὰ τοῦτα μέν<ον>τας ἐπὶ τᾶς | |
| αὐτᾶς ὑποστάσιος ἀεί τινος ἀγαθοῦ παραιτίους γείνεσθαι | |
| τοῖς τε θεοῖς καὶ τᾶι πόλει τῶν Λυκουρασίων, γεινώσκον- | |
| τας ὅτι καὶ ἁ πόλις εὐχάριστος οὖσα οὐδέποτε μὴ λειφθῇ ἐν χάρι- | |
| 30 | τος ἀποδόσει· ἀνενενκάτωσαν δὲ οἱ ἐπιμεληταὶ τὸ ψάφισ- |
| μα τὸ γραφὲν εἰς τὸ γραμματοφυλάκιον τὸ ἐν Μεγάλαι | |
| πόλει, ἀναγραψάτωσαν δὲ καὶ ἐστάλαν λιθίναν | |
| καὶ ἀναθέτωσαν εἰς τὸ ἱερὸν τᾶς Δεσποίνας, ὅπως | |
| ἦι πᾶσιν ἀνθρώποις γνωστὰ ἅ τε τῶν ἀγαθῶν ἀν%⁸⁰- | |
| 35 | δρῶν εὐεργ<εσ>ία v ἅ τε τᾶς πόλιος εἰς τοὺς v |
| ἀξίους εὐχαριστία. |