Honorific decree of Akraiphia for three citizens.  Limestone stele.
[ ] Boiotia — Akraiphia — ca. 42 AD? — BCH 59 (1935) 438-452
1    ἀγαθῇ τύχῃ.
 ἄρχοντος ἐν Ἀκρηφίοις
 Διὸς Σωτῆρος τοῦ
 μετὰ Ἀφροδίσιον
5  τὸ γʹ.
           τειμαὶ
καὶ δωρηαὶ αἱ δοθεῖσαι
ὑπὸ τῆς πόλεως.
οἱ ἄ̣ρ̣χοντες καὶ οἱ σύνεδροι εἶπαν· ἐ-
10 πιδὴ αἱ πρόσοδο[ι κ]ατὰ τὸ παρὸν ἐνλί-
πουσιν, δῖ δὲ τὴν προσήκουσαν τῷ θε-
ῷ Ἀπόλλωνι Πτώιωι καὶ Τιβερίῳ Καί-
σαρι Σ[ε]βαστῷ Γερμανικῷ γενέσ-
θαι θυσίαν, πόρος δὲ οὐδεὶς εὑρίσκε-
15 το ὅθεν τὰ εἰς τοὺς θεοὺς ἐπιτελεσ-
θῇ, οὕτως Δημήτριος Λεωνίδου καὶ
[μ]πέδων Ἐμπέδωνος ὑπέσχον-
το ἐκ τῶν ἰδίων ποιήσιν τῇ πόλι τὸ ε[ἰ]-
[θ]ι̣σμένον ἄριστον, εἰς ὃ ἀπέδοντο
20 αὐτοῖς τὰ ἐκ τῆς Πρεπίδου ἀγωνοθε-
σίας ὀνόματα ἃ καὶ Δημήτριος Λεωνί-
δου καὶ Ἐμπέδων Ἐμπέδωνος, ταῦτ[α]
μὲν ἐχαρίσαντο τῷ γυμνασίῳ, τὸ δὲ
ἄριστον ἐκ τῶν ἰδίων ἐποίησαν· δι’ ὃ καὶ
25 δεδογμένον εἶναι τοῖς τε ἄρχουσι καὶ
συνέδροις καὶ τῷ δήμῳ· θεῖναι αὐ-
τοὺς στήλην ἐν τῷ γυμνασίῳ, ἐνχα-
ράξαι τε τὸ ψήφισμα καὶ τήνδε τὴν
ἐπιγραφήν· “Δημήτριος Λεωνίδου καὶ
30 Ἐμπέδων Ἐμπέδωνος εἰς τὴ[μ] πρό-
σοδον τοῦ γυμνασίου δηνάρια vacat
Ἑρμῇ καὶ Ἡρακλεῖ καὶ Τ(ίτῳ) Κλαυδίῳ Καί-
σαρι Σεβαστῷ Γερμανικῷ ἐκ τῶν
ἰδίων ἀνέθηκαν.”
35             οἱ ἄρχοντες
καὶ οἱ σύνεδροι εἶπαν·
τῆς ὀφιλομένης ἅπασι τιμῆς τοῖς
εἰς τὴν πατρίδα εὐψύχως διατηθῖσιν
καὶ τῆς δεούσης φιλανθρωπίας ἀξίου[ς]
40 ὄντας μεταλαμβάν[ι]ν, ὅπερ ἐστὶν Ἀκρηφιεῦσιν
ἀκοπίατον, καὶ ἐν τῷ πάροντι καιρῷ [τ]ὴν κα-
θήκουσαν ἐποιησάμεθα πρόνοιαν ἵνα̣ [τ]ό̣ τε
ἀρχαῖον τῆς εὐγενίας σῴζομεν τῇ
τε καλοκαγαθίᾳ τῶν ἀνδρῶν μαρτυρήσ[ο]-
45 μεν· τοῦ γὰρ ἐνστάντος ἐνιαυτοῦ Δι-
ὸς Σωτῆρος τοῦ μετὰ Ἀφροδίσιον τὸ γʹ,
ἐν τῇ τῆς χώρας ἀπωλείᾳ, δεομένης τῆς πό-
λεως ἀρχείων, Ἐμπέδων Ἐμπέδωνος καὶ
Δημήτριος Λεωνίδου καὶ Πάμφιλος Σω-
50 τηρίχου παρακληθέντες ἐπεδέξαντο τὴν
τῆς πολεμαρχίας ἀρχήν, συνιδόν[τ]ες δὲ
τὴν τῆς πόλεως στενότητα αὐταιρέ-
τους ἀρχὰς προσέλαβον τήν τε ἀγορανο-
μίαν καὶ τὴν εἰς τὸ ἄλιμα ἐπιμέλειαν, καὶ
55 τοῖς μὲν εἰθισμένοις ἀτ̣άκτως ὑπουργεῖν
τῇ πόλι καπήλοις τε καὶ μαγείροις καὶ ἀρτοκό-
ποις ἐκ τῶν ἰδίων ἐπήρκεσαν δόντες τοῖς
μὲν ἀρτοκόποις σῖτον, τοῖς δὲ λοιποῖς ἀργύ-
ριον εἰς τὴν ἐνιαύσιον χρῆσιν ἄτοκον, δι’ ὧν
60 ἡμῖς τῆς ἀνελλιποῦς εὐωνίας μετελάβο-
μεν· τό τε ἄλιμμα λαμπρῶς καὶ μεγαλοψύ-
χως παρέσχον, ἀλίφο[ν]τες ἐλαίῳ μὲν
ἑφθῷ πεπληρωμένῳ τῆς τῶν ἀρωμά-
των ἀφθονίας, θέντες καὶ λευκὸν εἰς τ[ὴν]
65 μετ’ ἀδίας χρῆσιν· δι’ ἃ δὴ πάντα δεδογ[μέ]-
νον εἶναι τοῖς τε ἄρχουσι καὶ συνέ-
δροις καὶ τῷ δήμῳ· δεδόσθαι αὐτοῖς
τόπους ἐν τῷ γυμνασίῳ καὶ ἐν ᾧ ἂν
ἄλλῳ θέλωσιν ἐπισήμῳ τόπῳ εἰκό-
70 νας τε ἀναθῖναι ἐν ὅπλοις ἐπιχρύσοις
ἐπιγράφοντες ἐπιγράφην· “ἡ πόλις Ἀ-
κραιφιέων Ἐμπέδωνα Ἐμπέδωνος κα[ὶ]
Δημήτριον Λεωνίδου καὶ Πάμφιλον
Σωτηρίχου ἀρετῆς ἕνεκεν καὶ εὐερ-
75 γεσίας τῆς εἰς ἑαυτήν.” ἐνχαράξα[ι]
τε καὶ εἰς στήλην τά τε ψηφίσματα κ[αὶ]
τὰς ἐπιγραφὰς καὶ θεῖναι εἰς τὸ γυ-
μνάσιον εἰς ὃν ἂν βούλωνται τόπον.
Search Help