[ ] Arkadia — Lykosoura — stoich. 26-28 — 2nd c. BC
1 Δεσπ̣οίνας.
〚μὴ παρέρπην ἔχοντας〛 μὴ ἐξέστω
παρέρπην ἔχοντας ἐν τὸ ἱερὸν τᾶς
Δεσποίνας μὴ χρ[υ]σία ὅσα <μ>ὴ ἰν ἀνά-
5 θεμα μηδὲ πορφύρε̣ον εἱματισμὸν
μηδὲ ἀνθι̣νὸν μηδὲ [μέλ]ανα μηδὲ ὑπο-
δήματα μηδὲ δ̣ακτύλιον· ε̣ἰ δ’ ἄν τις
παρένθῃ ἔχων τ̣ι τῶν ἁ στάλα [κ]ωλύει,
ἀναθέτω ἐν τὸ ἱερόν. μηδὲ τὰς τ̣[ρί]-
10 χας ἀμπεπλεγμένας μηδὲ κεκαλυμ̣-
μένος, μηδὲ ἄνθεα παρφέρην μηδὲ
μύεσθαι 〚μύεσθαι〛 κύενσαν μηδὲ θη-
λαζομέναν· τὸς δὲ θύοντας πὸς̣ θύ[η]-
σιν χρέεσθαι ἐλαίαι, μύρτοι, κηρίο[ι],
15 ὀλοαῖς αἰρολογημέναις, ἀγάλματ[ι],
μάκωνσι λευκαῖς, λυχνίοις, θυμιά-
μασιν, ζμύρναι, ἀρώμασιν· τὸς δὲ θ[ύ]-
οντας τᾶι Δεσ̣ποίναι θύματα θύ[ην]
θήλεα λευ̣κ̣[ὰ ․․]ο․․․ος καὶ κ․․․․․ {²κτλ.}²
Search Help
Contact Us