[ ]
Arkadia — Lykosoura — stoich. 26-28 — 2nd c. BC
1 | Δεσπ̣οίνας. |
〚μὴ παρέρπην ἔχοντας〛 μὴ ἐξέστω | |
παρέρπην ἔχοντας ἐν τὸ ἱερὸν τᾶς | |
Δεσποίνας μὴ χρ[υ]σία ὅσα <μ>ὴ ἰν ἀνά- | |
5 | θεμα μηδὲ πορφύρε̣ον εἱματισμὸν |
μηδὲ ἀνθι̣νὸν μηδὲ [μέλ]ανα μηδὲ ὑπο- | |
δήματα μηδὲ δ̣ακτύλιον· ε̣ἰ δ’ ἄν τις | |
παρένθῃ ἔχων τ̣ι τῶν ἁ στάλα [κ]ωλύει, | |
ἀναθέτω ἐν τὸ ἱερόν. μηδὲ τὰς τ̣[ρί]- | |
10 | χας ἀμπεπλεγμένας μηδὲ κεκαλυμ̣- |
μένος, μηδὲ ἄνθεα παρφέρην μηδὲ | |
μύεσθαι 〚μύεσθαι〛 κύενσαν μηδὲ θη- | |
λαζομέναν· τὸς δὲ θύοντας πὸς̣ θύ[η]- | |
σιν χρέεσθαι ἐλαίαι, μύρτοι, κηρίο[ι], | |
15 | ὀλοαῖς αἰρολογημέναις, ἀγάλματ[ι], |
μάκωνσι λευκαῖς, λυχνίοις, θυμιά- | |
μασιν, ζμύρναι, ἀρώμασιν· τὸς δὲ θ[ύ]- | |
οντας τᾶι Δεσ̣ποίναι θύματα θύ[ην] | |
θήλεα λευ̣κ̣[ὰ ․․]ο․․․ος καὶ κ․․․․․ {²κτλ.}² |